SUBSCRIBER:


past masters commons

Annotation Guide:

cover
The Presocratic Writings
cover
Presocratic Writings - Greek
The Presocratic Writings - Original Greek Texts
Anaxarchus of Abdêra

Anaxarchus of Abdêra

Anaxarchus of Abdêra - A: Quoted in Ancient Sources

72 [59]. ANAXARCHOS
[II 235. 5 App.]
A. LEBEN UND LEHRE

72 A 1. DIOG. IX 58-60 Ἀνάξαρχος Ἀβδηρίτης. οὗτος ἤκουσε Διογένους τοῦ Σμυρναίου˙ ὁ δὲ Μητροδώρου τοῦ Χίου, ὃς ἔλεγε μηδ' αὐτὸ τοῦτ' εἰδέναι ὅτι οὐδὲν οἶδε˙ Μητρόδωρον δὲ Νεσσᾶ τοῦ Χίου, οἱ δὲ Δημοκρίτου φασὶν ἀκοῦσαι. [II 235. 10 App.] ὁ δ' οὖν Ἀνάξαρχος καὶ Ἀλεξάνδρωι συνῆν καὶ ἤκμαζε κατὰ τὴν δεκάτην καὶ ἑκατοστὴν ὀλυμπιάδα [340-337] καὶ εἶχεν ἐχθρὸν Νικοκρέοντα τὸν Κύπρου τύραννον˙ καί ποτε ἐν συμποσίωι τοῦ Ἀλεξάνδρου ἐρωτήσαντος αὐτόν, τί ἄρα δοκεῖ τὸ δεῖπνον, εἰπεῖν φασιν˙ 'ὦ βασιλεῦ, πάντα πολυτελῶς˙ ἔδει δὲ λοιπὸν κεφαλὴν σατράπου τινὸς παρατεθεῖσθαι' ἀπορρίπτων πρὸς τὸν Νικοκρέοντα. (59) ὁ δὲ [II 235. 15 App.] μνησικακήσας μετὰ τὴν τελευτὴν τοῦ βασιλέως ὅτε πλέων ἀκουσίως προσηνέχθη τῆι Κύπρωι ὁ Ἀνάξαρχος, συλλαβὼν αὐτὸν καὶ εἰς ὅλμον βαλὼν ἐκέλευσε τύπτεσθαι σιδηροῖς ὑπέροις. τὸν δὲ οὐ φροντίσαντα τῆς τιμωρίας εἰπεῖν ἐκεῖνο δὴ τὸ περιφερόμενον˙ 'πτίσσε τὸν Ἀναξάρχου θύλακον, Ἀνάξαρχον δὲ οὐ πτίσσεις'. κελεύσαντος δὲ τοῦ Νικοκρέοντος καὶ τὴν γλῶτταν αὐτοῦ ἐκτμηθῆναι, λόγος [II 235. 20 App.] ἀποτραγόντα προσπτύσαι αὐτῶι. καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως 〈ἔχον〉 [Anth. P. VII 133]˙

πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα˙ θύλακός ἐστι˙
πτίσσετ'˙ Ἀνάξαρχος δ' ἐν Διός ἐστι πάλαι.
καὶ σὲ διαστείλασα γνάφοις ὀλίγον (?) τάδε λέξει
[II 235. 25 App.] ῥήματα Φερσεφόνη˙ 'ἔρρε μυλωθρὲ κακέ'.

(60) οὗτος διὰ τὴν ἀπάθειαν καὶ εὐκολίαν τοῦ βίου Εὐδαιμονικὸς ἐκαλεῖτο˙ καὶ ἦν ἐκ τοῦ ῥάιστου δυνατὸς σωφρονίζειν. τὸν γοῦν Ἀλέξανδρον οἰόμενον εἶναι θεὸν ἐπέστρεψεν˙ ἐπειδὴ γὰρ ἔκ τινος πληγῆς εἶδεν αὐτῶι καταρρέον αἷμα, δείξας τῆι χειρὶ πρὸς αὐτόν φησι˙ 'τουτὶ μὲν αἷμα καὶ οὐκ ἰχώρ, οἷός πέρ τε ῥέει [II 236. 1] μακάρεσσι θεοῖσι' [E 340]. Πλούταρχος [s. Z. 37] δ' αὐτὸν Ἀλέξανδρον τοῦτο λέξαι πρὸς τοὺς φίλους φησίν. ἀλλὰ καὶ ἄλλοτε [s. II 238, 10] προπίνοντα αὐτῶι τὸν Ἀνάξαρχον δεῖξαι τὴν κύλικα καὶ εἰπεῖν˙

βεβλήσεταί τις θεῶν βροτησίαι χερί [Eur. Or. 271].

72 A 2. DIOG. IX 61 [II 236. 5 App.] Πύρρων Ἠλεῖος . . . ἤκουσε Βρύσωνος τοῦ Στίλπωνος, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς [fr. 146 F.H.G. III 243], εἶτα Ἀναξάρχου ξυνακολουθῶν πανταχοῦ, ὡς καὶ τοῖς Γυμνοσοφισταῖς ἐν Ἰνδίαι συμμῖξαι καὶ τοῖς Μάγοις . . . (63) ἐκπατεῖν τε αὐτὸν καὶ ἐρημάζειν, σπανίως ποτ' ἐπιφαινόμενον τοῖς οἴκοι. τοῦτο δὲ ποιεῖν ἀκούσαντα Ἰνδοῦ τινος ὀνειδίζοντος Ἀναξάρχωι, ὡς οὐκ ἂν ἕτερόν [II 236. 10App.] τινα διδάξαι οὗτος ἀγαθόν, αὐτὸς αὐλὰς βασιλικὰς θεραπεύων. ἀεί τε εἶναι ἐν τῶι αὐτῶι καταστήματι, ὥστε εἰ καί τις αὐτὸν καταλίποι μεταξὺ λέγοντα, αὑτῶι διαπεραίνειν τὸν λόγον, καίτοι κεκινημένον τε 〈***〉 ὄντα ἐν νεότητι. πολλάκις, φησί [Antigonos v. Karyst. S. 35 Wilam.], καὶ ἀπεδήμει, μηδενὶ προειπών, καὶ συνερέμβετο οἷστισιν ἤθελεν. καί ποτ' Ἀναξάρχου εἰς τέλμα ἐμπεσόντος, παρῆλθεν [II 236. 15] οὐ βοηθήσας˙ τινῶν δὲ αἰτιωμένων, αὐτὸς Ἀνάξαρχος ἐπήινει τὸ ἀδιάφορον καὶ ἄστοργον αὐτου.Vgl. c. 70 A 1.

72 A 3. PLUT. Alex. 52 [aus Hermippos, der sich auf den Bericht des Stroibos, Vorlesers des Kallisthenes, an Aristoteles bezieht, vgl. c. 67 Anf.] (nach dem Tode des Kleitos) Καλλισθένης μὲν ἠθικῶς ἐπειρᾶτο καὶ πράιως ὑποδυόμενος [II 236. 20] τῶι λόγωι καὶ περιιὼν ἀλύπως λαβέσθαι τοῦ πάθους, ὁ δὲ Ἀνάξαρχος ἰδίαν τινὰ πορευόμενος ἐξ ἀρχῆς ὁδὸν ἐν φιλοσοφίαι καὶ δόξαν εἰληφὼς ὑπεροψίας καὶ ὀλιγωρίας τῶν συνήθων εὐθὺς εἰσελθὼν ἀνεβόησεν˙ 'οὗτός ἐστιν Ἀλέξανδρος, εἰς ὃν ἡ οἰκουμένη νῦν ἀποβλέπει˙ ὁ δὲ ἔρριπται κλαίων ὥσπερ ἀνδράποδον ἀνθρώπων νόμον καὶ ψόγον δεδοικώς, οἷς αὐτὸν προσήκει νόμον εἶναι καὶ ὅρον τῶν [II 236. 25] δικαίων, ἐπείπερ ἄρχειν καὶ κρατεῖν νενίκηκεν, ἀλλὰ μὴ δουλεύειν ὑπὸ κενῆς δόξης κεκρατημένον. οὐκ οἶσθα, εἶπεν, ὅτι τὴν Δίκην ἔχει πάρεδρον ὁ Ζεὺς καὶ τὴν Θέμιν, ἵνα πᾶν τὸ πραχθὲν ὑπὸ τοῦ κρατοῦντος θεμιτὸν ἦι καὶ δίκαιον;' τοιούτοις τισὶ λόγοις χρησάμενος ὁ Ἀνάξαρχος τὸ μὲν πάθος ἐκούφισε τοῦ βασιλέως, τὸ δὲ ἦθος εἰς πολλὰ χαυνότερον καὶ παρανομώτερον ἐποίησεν, αὑτὸν δὲ δαιμονίως ἐνήρμοσε [II 236. 30 App.] καὶ τοῦ Καλλισθένους τὴν ὁμιλίαν οὐδὲ ἄλλως ἐπίχαριν διὰ τὸ αὐστηρὸν οὖσαν προσδιέβαλε. λέγεται δέ ποτε παρὰ δεῖπνον ὑπὲρ ὡρῶν καὶ κράσεως τοῦ περιέχοντος λόγων ὄντων τὸν Καλλισθένην μετέχοντα δόξης τοῖς λέγουσι τἀκεῖ μᾶλλον εἶναι ψυχρὰ καὶ δυσχείμερα τῶν Ἑλληνικῶν, ἐναντιουμένου τοῦ Ἀναξάρχου καὶ φιλονικοῦντος εἰπεῖν˙ 'ἀλλὰ μὴν ἀνάγκη σοι ταῦτα ἐκείνων ὁμολογεῖν ψυχρότερα˙ [II 236. 35] σὺ γὰρ ἐκεῖ μὲν ἐν τρίβωνι διεχείμαζες, ἐνταῦθα δὲ τρεῖς ἐπιβεβλημένος δάπιδας κατάκεισαι'. τὸν μὲν οὖν Ἀνάξαρχον καὶ τοῦτο προσπαρώξυνε.

72 A 4. PLUT. Alex. 28. Den Vers ἰχὼρ κτλ. [II 235, 29] sprach der König selbst. ἐπεὶ δὲ μεγάλης ποτὲ βροντῆς γενομένης καὶ πάντων ἐκπλαγέντων Ἀ. ὁ σοφιστὴς παρὼν ἔφη πρὸς αὐτόν˙ 'μή τι σὺ τοιοῦτον ὁ τοῦ Διός;', γελάσας ἐκεῖνος˙ [II 236. 40]'οὐ βούλομαι γάρ, εἶπε, φοβερὸς εἶναι τοῖς φίλοις ὥσπερ σύ με κελεύεις ὁ καταφαυλίζων [II 237. 1] μου τὸ δεῖπνον, ὅτι ταῖς τραπέζαις ἰχθύας ὁρᾶις ἐπικειμένους, οὐ σατραπῶν κεφαλάς'. τῶι γὰρ ὄντι λέγεται τὸν Ἀνάξαρχον ἰχθυδίων Ἡφαιστίωνι πεμφθέντων ὑπὸ τοῦ βασιλέως τὸν προειρημένον ἐπιφθέγξασθαι λόγον, οἷον ἐξευτελίζοντα καὶ κατειρωνευόμενον τοὺς τὰ περίβλεπτα μεγάλοις πόνοις καὶ κινδύνοις [II 237. 5 App.] διώκοντας, ὡς οὐδὲν ἢ μικρὸν ἐν ἡδοναῖς καὶ ἀπολαύσεσι πλέον ἔχοντας τῶν ἄλλων. Vgl. SATYROS b. ATHEN. VI 250 E [fr. 18 F.H.G. III 164] Ἀνάξαρχόν φησι τὸν εὐδαιμονικὸν φιλόσοφον ἕνα τῶν Ἀλεξάνδρου γενέσθαι κολάκων καὶ συνοδεύοντα τῶι βασιλεῖ, ἐπεὶ ἐγένετό ποτε βροντὴ κτλ. PLUT. Alex. virt. I 40 p. 331 E ὅτι τὸν μὲν ἁρμονικὸν Ἀνάξαρχον ἐντιμότατον τῶν φίλων ἐνόμιζε [Alexander].

72 A 5. ARR. Anab. IV 9, 7 [II 237. 10App.] εἰσὶ δὲ οἳ λέγουσιν Ἀνάξαρχον τὸν σοφιστὴν ἐλθεῖν μὲν παρ' Ἀλέξανδρον κληθέντα ὡς παραμυθησόμενον˙ εὑρόντα δὲ κείμενον καὶ στένοντα ἐπιγελάσαντα ἀγνοεῖν, φάναι, διότι ἐπὶ τῶιδε οἱ πάλαι σοφοὶ ἄνδρες τὴν Δίκην πάρεδρον τῶι Διὶ ἐποίησαν ὡς ὅ τι ἂν πρὸς τοῦ Διὸς κυρωθῆι, τοῦτο ξὺν δίκηι πεπραγμένον˙ καὶ οὖν καὶ τὰ ἐκ βασιλέως μεγάλου γιγνόμενα δίκαια [II 237. 15] χρῆναι νομίζεσθαι, πρῶτα μὲν πρὸς αὐτοῦ βασιλέως ἔπειτα πρὸς τῶν ἄλλων ἀνθρώπων. ταῦτα εἰπόντα παραμυθήσασθαι μὲν Ἀλέξανδρον ἐν τῶι τότε˙ κακὸν δὲ μέγα, ὡς ἐγώ φημι, ἐξεργάσασθαι Ἀλεξάνδρωι καὶ μεῖζον ἔτι ἢ ὅτωι τότε ξυνείχετο˙ εἴπερ οὖν σοφοῦ ἀνδρὸς τήνδε ἔγνω τὴν δόξαν ὡς οὐ τὰ δίκαια ἄρα χρὴ σπουδῆι ἐπιλεγόμενον πράττειν τὸν βασιλέα, ἀλλὰ ὅ τι ἂν καὶ ὅπως οὖν ἐκ [II 237. 20] βασιλέως πραχθῆι, τοῦτο δίκαιον νομίζειν. ἐπεὶ καὶ προσκυνεῖσθαι ἐθέλειν Ἀλέξανδρον λόγος κατέχει, ... οὐκ ἐνδεῆσαι δὲ οὐδὲ πρὸς τοῦτο αὐτῶι τοὺς κολακείαι ἐς αὐτὸ ἐνδιδόντας, ἄλλους τέ τινας καὶ δὴ καὶ τῶν σοφιστῶν τῶν ἀμφ' αὐτὸν Ἀνάξαρχόν τε καὶ Ἆγιν Ἀργεῖον ἐποποιόν.

72 A 6. ARR. Anab. VI 10, 5 ὑπὲρ δὲ τῆς προσκυνήσεως ὅπως ἠναντιώθη Ἀλεξάνδρωι [II 237. 25] καὶ τοιόσδε κατέχει λόγος. ξυγκεῖσθαι μὲν γὰρ τῶι Ἀλεξάνδρωι πρὸς τοὺς σοφιστάς τε καὶ τοὺς ἀμφ' αὐτὸν Περσῶν καὶ Μήδων τοὺς δοκιμωτάτους μνήμην τοῦ λόγου τοῦδε ἐν πότωι ἐμβαλεῖν˙ ἄρξαι δὲ τοῦ λόγου Ἀνάξαρχον, ὡς πολὺ δικαιότερον ἂν θεὸν νομιζόμενον Ἀλέξανδρον Διονύσου τε καὶ Ἡρακλέους, μὴ ὅτι τῶν ἔργων ἕνεκα ὅσα καὶ ἡλίκα καταπέπρακται Ἀλεξάνδρωι, ἀλλὰ καὶ ὅτι [II 237. 30] Διόνυσος μὲν Θηβαῖος ἦν οὐδέν τι προσήκων Μακεδόσι, καὶ Ἡρακλῆς Ἀργεῖος οὐδὲ οὗτος προσήκων ὅτι μὴ κατὰ γένος τὸ Ἀλεξάνδρου˙ Ἡρακλείδην γὰρ εἶναι Ἀλέξανδρον˙ Μακεδόνας δὲ ἂν τὸν σφῶν βασιλέα δικαιότερον θείαις τιμαῖς κοσμοῦντας. καὶ γὰρ οὐδὲ ἐκεῖνο εἶναι ἀμφίλογον ὅτι ἀπελθόντα γε ἐξ ἀνθρώπων ὡς θεὸν τιμήσουσι˙ πόσωι δὴ δικαιότερον ζῶντα γεραίρειν ἤπερ τελευτήσαντα ἐς [II 237. 35 App.] οὐδὲν ὄφελος τῶι τιμωμένωι. c. 11 λεχθέντων δὲ τούτων τε καὶ τοιούτων λόγων πρὸς Ἀναξάρχου τοὺς μὲν μετεσχηκότας τῆς βουλῆς ἐπαινεῖν τὸν λόγον καὶ δὴ ἐθέλειν ἄρχεσθαι τῆς προσκυνήσεως˙ τοὺς Μακεδόνας δὲ τοὺς πολλοὺς ἀχθομένους τῶι λόγωι σιγῆι ἔχειν. Καλλισθένην δὲ ὑπολαβόντα˙ ' Ἀλέξανδρον μέν, εἰπεῖν, ὦ Ἀνάξαρχε, οὐδεμιᾶς ἀνάξιον ἀποφαίνω τιμῆς ὅσαι ξύμμετροι ἀνθρώπωι κτλ.' CURT. VIII 5, 8 [II 237. 40] Agis quidem Argivus, pessimorum carminum post Choerilum conditor, et ex Sicilia Cleo ... hi tum caelum illi aperiebant Herculemque et Patrem Liberum et cum Polluce Castorem novo numini cessuros esse iactabant.

72 A 7. PHILOD. de vitiis IV [Gomperz Comment. Mommsen. S. 471; Crönert Kolotes Register S. 187] c.5. 6 [II 238. 1] ... οὐκ εἰκῆι δέ, ἀλλὰ συνπαρατιθεὶς ἐντέχνως τῶι δάκνοντι τὸ γλυκύ, οἷον μί〈σγ〉ων ἔπαινον 〈ἁδ〉ρότερον ἐλάττονι ψόγωι καὶ συνκατάθεσιν ἀντιλογίαι, καθάπερ τοιοῦτος, οὗ προσιεμένοις ὀξύτ〈ερα〉 διδόασί [II 238. 5] τινες 〈τῶ〉ι γλυκεῖ δαψιλεστέρωι χρώμενοι. τοιοῦτον δ〈ὲ〉 καὶ τὸν Ἀνάξαρχον λέγουσιν˙ 〈ἀντει〉πὼν γὰ〈ρ τῶι Ἀ〉λεξάνδρωι δ〈ιότι στέ〉ρ〈γ〉ει τοῖς κόλαξιν, ἐπήινει 〈πάλιν˙ ἀλλὰ μ〉ὴν πρέπει τοῦτο τοῖς ἀπὸ Διός˙ Διόνυσος μὲν γὰρ ἔχαιρε Σατύροις, Ἡρακλῆς δὲ Κέρκωψιν. ἔστιν δ' ὅτε καὶ διερεθισθεὶς μὲν ἐπίκρανεν, ἑαυτοῦ δὲ μνησθεὶς ἐγλύκανεν, ὡς ὁ ῥηθεὶς [sc. Anaxarchos] 〈β〉αλόντος αὐτὸν [II 238. 10] ὑβριστικώτερον 〈ausgefallen μήλοις τοῦ βασιλέως, ὅτ' ἀπείλησεν〉 ἐπαράμενος τὸ ποτήριον˙ 'βεβλήσεταί τις θεῶν βροτησίαι χερί'. (Eur. Or. 271) Vgl. PLUT. de adul. et am. 18 p. 60 B. PLUT. Quaest. conv. IX 1, 2 p. 737 A καὶ Ἀ. ὑπ' Ἀλεξάνδρου μήλοις βαλλόμενος παρὰ δεῖπνον, ἐπαναστὰς καὶ εἰπὼν 'βεβλήσεται ... χερί'. Vgl. II 236, 4.

72 A 8. AEL. V. H. IX 37 [II 238. 15] Ἀ. ὁ ἐπικληθεὶς Εὐδαιμονικὸς κατεγέλα Ἀλεξάνδρου ἑαυτὸν ἐκθεοῦντος. ἐπεὶ δὲ ἐνόσησέ ποτε Ἀλέξανδρος. εἶτα προσέταξεν αὐτῶι ὁ ἰατρὸς ῥόφημα σκευασθῆναι, γελάσας ὁ Ἀ. 'τοῦ μέντοι θεοῦ ἡμῶν' εἶπεν 'ἐν τρυβλίου ῥοφήματι αἱ ἐλπίδες κεῖνται'.

72 A 9. ATHEN. XII 548 B περὶ δ' Ἀναξάρχου Κλέαρχος ὁ Σολεὺς ἐν πέμπτωι [II 238. 20 App.] Βίων [fr. 14 F.H.G. II 308] οὕτω γράφει˙ 'τῶι Εὐδαιμονικῶι καλουμένωι Ἀναξάρχωι διὰ τὴν τῶν χορηγησάντων ἄνοιαν περιπεσούσης ἐξουσίας γυμνὴ μὲν ὠινοχόει παιδίσκη πρόσηβος ἡ προκριθεῖσα διαφέρειν ὥραι τῶν ἄλλων, ἀνασύρουσα πρὸς ἀλήθειαν τὴν τῶν οὕτως αὐτῆι χρωμένων ἀκρασίαν. ὁ δὲ σιτοποιὸς χειρῖδας ἔχων καὶ περὶ τῶι στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἵδρως ἐπιρρέοι μήτε τοῖς [II 238. 25 App.] φυράμασιν ὁ τρίβων ἐμπνέοι'.

72 A 10. TIMON fr. 58 Diels:
ἒν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμενές, ὅππη ὀρούσαι,
φαίνετ' Ἀναξάρχου κύνεον μένος˙ ὅς ῥα καὶ εἰδώς,
ὥς φασαν, ἄθλιος ἔσκε˙ φύσις δέ μιν ἔμπαλιν ἦγεν
[II 238. 30 App.] ἡδονοπλήξ, ἣν πλεῖστοι ὑποτρείουσι σοφιστῶν.

72 A 11. PLUT. de tranqu. an. 4 p. 466 D Ἀλέξανδρος Ἀναξάρχου περὶ κόσμων ἀπειρίας ἀκούων ἐδάκρυε καὶ τῶν φίλων ἐρωτώντων ὅ τι πέπονθεν, 'οὐκ ἄξιον', ἔφη, 'δακρύειν, εἰ κόσμων ὄντων ἀπείρων ἑνὸς οὐδέπω κύριοι γεγόναμεν;' Vgl. VAL. MAX. VIII 14 ext. 2 iam Alexandri pectus insatiabile laudis, qui [II 238. 35] Anaxarcho comiti suo ex auctoritate Democriti praeceptoris innumerabiles mundos esse referenti: "heu me" inquit "me miserum quod ne uno quidem adhuc potitus sum".

72 A 12. STRAB. XIII 594 ἐκεῖνος [Alexander] γὰρ κατὰ συγγενείας ἀνανέωσιν ὥρμησε προνοεῖν αὐτῶν [der Ilier wegen der Verwandtschaft der Aiakiden [II 238. 40] mit Andromache] ἅμα καὶ φιλόμηρος ὤν˙ φέρεται γοῦν τις διόρθωσις τῆς Ὁμήρου ποιήσεως, ἡ ἐκ τοῦ νάρθηκος λεγομένη, τοῦ Ἀλεξάνδρου μετὰ τῶν περὶ Καλλισθένη καὶ Ἀνάξαρχον ἐπελθόντος καὶ σημειωσαμένου τινά, ἔπειτα καταθέντος εἰς νάρθηκα, ὃν ηὗρεν ἐν τῆι Περσικῆι γάζηι πολυτελῶς κατεσκευασμένον.

72 A 13 Zu A 1 II 235, 18: CLEM. Strom. IV 57 (II 274, 13 St.) [II 239. 1] τὰ γὰρ Ἀναξάρχου σιωπῶ 'πτίσσε' ἐπιβοῶντος 'τὸν Ἀναξάρχου θύλακον˙ Ἀνάξαρχον γὰρ οὐ πτίσσεις', ὁπηνίκα πρὸς τοῦ τυράννου ὑπέροις σιδηροῖς ἐπτίσσετο. [DIO] Corinth. 37, 45. PHILO Quod omn. prob. lib. 30 p. 462 Mang. zusammen mit [II 239. 5] Zeno [s. 29 A 8. 9], woraus die Konfusion bei VAL. MAX. III extr. 4, der zusetzt: ... multorum aures illa lingua et in primis Alexandri regis admiratione sui adtonitas habuerat, dum terrae condicionem, habitum maris, siderum motus, totius denique mundi naturam prudentissime et facundissime expromit.

72 A 14. [GAL.] H. ph. 4 (D. 602; Ursprung der Namen der philosophischen [II 239. 10 App.] Sekten) . . . 〈ἡ δὲ〉 ἐκ τέλους [καὶ δόγματος] ὥσπερ ἡ Εὐδαιμονική˙ ὁ γὰρ Ἀνάξαρχος τέλος τῆς κατ' αὐτὸν ἀγωγῆς τὴν εὐδαιμονίαν ἔλεγεν.

72 A 15. [GAL.] H. ph. 7 (D. 604) σκεπτικοὺς δὲ Ζήνωνα τὸν Ἐλεάτην καὶ Ἀνάξαρχον τὸν Ἀβδηρίτην καὶ τὸν ἄγαν ἠκριβωκέναι τὴν ἀπορητικὴν ὑποληφθέντα Πύρρωνα.

72 A 16. SEXT. adv. math. VII 88 [nach II 233, 25] Ἀνάξαρχον δὲ καὶ Μόνιμον ὅτι [II 239. 15App.] σκηνογραφίαι ἀπείκασαν τὰ ὄντα τοῖς τε κατὰ ὕπνους ἢ μανίαν προσπίπτουσι ταῦτα ὡμοιῶσθαι ὑπέλαβον.

72 A 17. Epikurs Brief Περὶ Ἀνάξαρχον [PLUTARCH. adv. Col. 17 p. 1117 A; fr. 116 Us.] ist nicht an den Abderiten gerichtet.

Anaxarchus of Abdêra - B: Extant Original Fragments

(English)

B. FRAGMENTE
ΑΝΑΞΑΡΧΟΥ ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ
[II 239. 20]

72 B 1. CLEM. Str.I 36 [II 23, 22 St.] εὖ γοῦν καὶ Ἀ. ὁ Εὐδαιμονικὸς ἐν τῶι Περὶ βασιλείας γράφει˙ 'πολυμαθείη . . . δεξιὸν ὄντα ... ὅρος. ὅσοι δὲ καὶ θύρηισιν ἀείδουσιν ἢ ἤν πηι πεπνυμένην ἀείδωσιν οὐ τιθέμενοι ἐν σοφίηι, γνώμην δ' ἔχουσι μωρίης'. STOB. III (Flor.) 34, 19 H. [II 239. 25App.] Ἀναξάρχου˙ 'πολυμαθίη . . . δεξιὸν ἄνδρα . . . ὅρος. οἱ δὲ ἔξω καιροῦ ῥῆσιν μουσικὴν πεπνυμένως ἀείσουσιν, οὐ παραδέχονται ἐν ἀργίηι γνώμην αἰτίην δ' ἔχουσι μωρίας'. Vgl. ATHEN. Mech. p. 4 Wesch.
πολυμαθίη κάρτα μὲν ὠφελεῖ, κάρτα δὲ βλάπτει τὸν ἔχοντα˙ ὠφελεῖ μὲν τὸν δεξιὸν ἄνδρα, βλάπτει δὲ τὸν [II 239. 30 App.] ῥηϊδίως φωνεῦντα πᾶν ἔπος κἠν παντὶ δήμωι. χρὴ δὲ καιροῦ [ΙΙ 240. 1App.] μέτρα εἰδέναι˙ σοφίης γὰρ οὗτος ὅρος. οἳ δὲ ἔξω καιροῦ ῥῆσιν ἀείδουσιν, κἢν πεπνυμένην ἀείδωσιν, οὐ τιθέμενοι ἐν σοφίηι γνώμην αἰτίην ἔχουσι μωρίης.

72 B 2. AEL. V. H. IV 14 (vgl. 59 B 24) καὶ Ἀνάξαρχος ἐν τῶι [II 240. 5] Περὶ βασιλείας φησὶ χαλεπὸν χρήματα συναγείρασθαι, χαλεπώτερον δὲ φυλακὴν τούτοις περιθεῖναι.