Antiphôn the Sophist
Antiphôn the Sophist - A: Quoted in Ancient Sources
87 [80]. ANTIPHON DER SOPHIST
[II 334. 5 App.]
A. LEBEN UND LEHRE
87 A 1. SUID. Ἀντιφῶν Ἀθηναῖος τερατοσκόπος καὶ ἐποποιὸς καὶ σοφιστής˙ ἐκαλεῖτο δὲ Λογομάγειρος. Ἀντιφῶν Ἀθηναῖος ὀνειροκρίτης˙ Περὶ κρίσεως ὀνείρων [B 78-81] [II 334. 10 App.] ἔγραψεν.
87 A 2. HERMOG. de id. B 399, 18 R. περὶ δὲ Ἀντιφῶντος λέγοντας ἀνάγκη προειπεῖν, ὅτι καθάπερ ἄλλοι τέ φασιν οὐκ ὀλίγοι καὶ Δίδυμος ὁ γραμματικός, πρὸς δὲ καὶ ἀπὸ ἱστορίας φαίνεται, πλείους μὲν γεγόνασιν Ἀντιφῶντες, δύο δὲ οἱ σοφιστεύσαντες, ὧν καὶ λόγον ἀνάγκη ποιήσασθαι. ὧν εἷς μέν ἐστιν ὁ ῥήτωρ, οὗπερ οἱ [II 334. 15 App.] φονικοὶ φέρονται λόγοι καὶ 〈οἱ〉 δημηγορικοὶ καὶ ὅσοι τούτοις ὅμοιοι, ἕτερος δὲ ὁ καὶ τερατοσκόπος καὶ ὀνειροκρίτης λεγόμενος γενέσθαι, οὗπερ οἵ τε Περὶ τῆς ἀληθείας [B 1 - 44] εἶναι λέγονται λόγοι καὶ ὁ Περὶ ὁμονοίας [B 44 a-71] [καὶ οἱ δημηγορικοὶ] καὶ ὁ Πολιτικός [B 72-77]. ἐγὼ δὲ ἕνεκα μὲν τοῦ διαφόρου τῶν ἐν τοῖς λόγοις τούτοις ἰδεῶν πείθομαι δύο τοὺς Ἀντιφῶντας γενέσθαι [II 334. 20 App.] (πολὺ γὰρ ὡς ὄντως τὸ παραλλάττον τῶν ἐπιγραφομένων τῆς Ἀληθείας λόγων πρὸς τοὺς λοιπούς), ἕνεκα δὲ τοῦ καὶ παρὰ Πλάτωνι [Menex. 236 A] καὶ παρ' ἄλλοις ἱστορουμένου πάλιν οὐ πείθομαι. Θουκυδίδην γὰρ Ἀντιφῶντος εἶναι τοῦ Ῥαμνουσίου μαθητὴν ἀκούω πολλῶν λεγόντων, καὶ τὸν μὲν [II 335. 1 App.] Ῥαμνούσιον εἰδὼς ἐκεῖνον, οὗπερ εἰσὶν οἱ φονικοί, τὸν Θουκυδίδην δὲ πολλῶι κεχωρισμένον καὶ κεκοινωνηκότα τῶι εἴδει τῶν τῆς Ἀληθείας λόγων, πάλιν οὐ πείθομαι. οὐ μὴν ἀλλ' εἴτε εἷς ὁ Ἀντιφῶν ἐγένετο, δύο λόγων εἴδεσι τοσοῦτον ἀλλήλων διεστηκότων [II 335. 5 App.] χρησάμενος, εἴτε καὶ δύο, χωρὶς ἑκάτερος ὁ μὲν τοῦτο, ὁ δὲ ἐκεῖνο μετελθών, ἀνάγκη χωρὶς περὶ ἑκατέρου διελθεῖν˙ πλεῖστον γὰρ ὡς ἔφαμεν τὸ μεταξύ. Folgt περὶ τοῦ Ῥαμνουσίου Ἀντιφῶντος. Sodann p. 401, 12 Ὁ δ' ἕτερος Ἀντιφῶν, οὗπερ οἱ τῆς Ἀληθείας εἰσὶ λεγόμενοι λόγοι, πολιτικὸς μὲν ἥκιστά ἐστι, σεμνὸς δὲ καὶ ὑπέρογκος τοῖς τε ἄλλοις καὶ τῶι δι' ἀποφάνσεων περαίνειν τὸ πᾶν, ὃ δὴ τοῦ [II 335. 10 App.] ἀξιωματικοῦ τε λόγου ἐστὶ καὶ πρὸς μέγεθος ὁρῶντος, ὑψηλὸς δὲ τῆι λέξει καὶ τραχύς, ὥστε καὶ μὴ πόρρω σκληρότητος εἶναι. καὶ περιβάλλει δὲ χωρὶς εὐκρινείας, διὸ καὶ συγχεῖ τὸν λόγον καὶ ἔστιν ἀσαφὴς τὰ πολλά. καὶ ἐπιμελὴς δὲ κατὰ τὴν συνθήκην καὶ ταῖς παρισώσεσι χαίρων. οὐ μὴν ἤθους γέ τι οὐδ' ἀληθινοῦ τύπου μέτεστι τῶι ἀνδρί, φαίην δ' ἂν ὡς οὐδὲ δεινότητος πλὴν τῆς φαινομένης μέν, οὐ μὴν οὔσης [II 335. 15 App.] γε ὡς ἀληθῶς. ἐγγὺς δὲ τῆς ἰδέας ἐστὶ ταύτης καὶ ὁ Κριτίας˙ διὸ καὶ μετὰ τοῦτον εὐθὺς περὶ Κριτίου λέξομεν.
87 A 3. XENOPH. Mem. I 6, 1 ff. ἄξιον δ' αὐτοῦ καὶ ἃ πρὸς Ἀντιφῶντα τὸν σοφιστὴν διελέχθη μὴ παραλιπεῖν. ὁ γὰρ Ἀντιφῶν ποτε βουλόμενος τοὺς συνουσιαστὰς αὐτοῦ παρελέσθαι προσελθὼν τῶι Σωκράτει παρόντων αὐτῶν ἔλεξε τάδε˙ [II 335. 20 App.] (2) Ὦ Σώκρατες, ἐγὼ μὲν ὤιμην τοὺς φιλοσοφοῦντας εὐδαιμονεστέρους χρῆναι γίγνεσθαι˙ σὺ δέ μοι δοκεῖς τἀναντία τῆς φιλοσοφίας ἀπολελαυκέναι. ζῆις γοῦν οὕτως ὡς οὐδ' ἂν εἷς δοῦλος ὑπὸ δεσπότηι διαιτώμενος μείνειε˙ σιτία τε σιτῆι καὶ ποτὰ πίνεις τὰ φαυλότατα, καὶ ἱμάτιον ἠμφίεσαι οὐ μόνον φαῦλον, ἀλλὰ τὸ αὐτὸ θέρους τε καὶ χειμῶνος, ἀνυπόδητός τε καὶ ἀχίτων διατελεῖς. (3) καὶ μὴν χρήματά γε [II 335. 25] οὐ λαμβάνεις, ἃ καὶ κτωμένους εὐφραίνει καὶ κεκτημένους ἐλευθεριώτερόν τε καὶ ἥδιον ποιεῖ ζῆν. εἰ οὖν ὥσπερ καὶ τῶν ἄλλων ἔργων οἱ διδάσκαλοι τοὺς μαθητὰς μιμητὰς ἑαυτῶν ἀποδεικνύουσιν, οὕτω καὶ σὺ τοὺς συνόντας διαθήσεις, νόμιζε κακοδαιμονίας διδάσκαλος εἶναι. καὶ ὁ Σωκράτης πρὸς ταῦτα εἶπε˙ (4) Δοκεῖς μοι, ὦ Ἀντιφῶν, ὑπειληφέναι με οὕτως ἀνιαρῶς ζῆν, ὥστε πέπεισμαι σὲ μᾶλλον [II 335. 30 App.] ἀποθανεῖν ἂν ἑλέσθαι ἢ ζῆν ὥσπερ ἐγώ. ἴθι οὖν ἐπισκεψώμεθα τί χαλεπὸν ἤισθησαι τοὐμοῦ βίου. (5) πότερον ὅτι τοῖς μὲν λαμβάνουσιν ἀργύριον ἀναγκαῖόν ἐστιν ἀπεργάζεσθαι τοῦτο ἐφ' ὧι ἂν μισθὸν λάβωσιν, ἐμοὶ δὲ μὴ λαμβάνοντι οὐκ ἀνάγκη διαλέγεσθαι ὧι ἂν μὴ βούλωμαι; ἢ τὴν δίαιτάν μου φαυλίζεις ὡς ἧττον μὲν ὑγιεινὰ ἐσθίοντος ἐμοῦ ἢ σοῦ, ἧττον δὲ ἰσχὺν παρέχοντα; . . . (10) ἔοικας, ὦ Ἀντιφῶν, [II 335. 35] τὴν εὐδαιμονίαν οἰομένωι τρυφὴν καὶ πολυτέλειαν εἶναι˙ ἐγὼ δὲ νομίζω τὸ μὲν μηδενὸς δεῖσθαι θεῖον εἶναι τὸ δ' ὡς ἐλαχίστων ἐγγυτάτω τοῦ θείου, καὶ τὸ μὲν θεῖον κράτιστον, τὸ δ' ἐγγυτάτω τοῦ θείου ἐγγυτάτω τοῦ κρατίστου. (11)
πάλιν δέ ποτε ὁ Ἀντιφῶν διαλεγόμενος τῶι Σωκράτει εἶπεν˙ Ὦ Σώκρατες, ἐγώ τοί σε δίκαιον μὲν νομίζω, σοφὸν δὲ οὐδ' ὁπωστιοῦν˙ δοκεῖς δέ μοι καὶ αὐτὸς [II 335. 40 App.] τοῦτο γιγνώσκειν˙ οὐδένα γοῦν τῆς συνουσίας ἀργύριον πράττει. καίτοι τό γε ἱμάτιον ἢ τὴν οἰκίαν ἢ ἄλλο τι ὧν κέκτησαι νομίζων ἀργυρίου ἄξιον εἶναι οὐδενὶ [II 336. 1] ἂν μὴ ὅτι προῖκα δοίης, ἀλλ' οὐδ' ἔλαττον τῆς ἀξίας λαβών. (12) δῆλον δὴ ὅτι εἰ καὶ τὴν συνουσίαν ὤιου τινὸς ἀξίαν εἶναι, καὶ ταύτης ἂν οὐκ ἔλαττον τῆς ἀξίας ἀργύριον ἐπράττου. δίκαιος μὲν οὖν ἂν εἴης, ὅτι οὐκ ἐξαπατᾶις ἐπὶ πλεονεξίαι, σοφὸς δὲ οὐκ ἄν, μηδενός γε ἄξια ἐπιστάμενος. (13) ὁ δὲ Σωκράτης [II 336. 5 App.] πρὸς ταῦτα εἶπεν˙ Ὦ Ἀντιφῶν, παρ' ἡμῖν νομίζεται τὴν ὥραν καὶ τὴν σοφίαν ὁμοίως μὲν καλόν, ὁμοίως δὲ αἰσχρὸν διατίθεσθαι εἶναι. τήν τε γὰρ ὥραν ἐὰν μέν τις ἀργυρίου πωλῆι τῶι βουλομένωι, πόρνον αὐτὸν ἀποκαλοῦσιν, ἐὰν δέ τις, ὃν ἂν γνῶι καλόν τε κἀγαθὸν ἐραστὴν ὄντα, τοῦτον φίλον ἑαυτῶι ποιῆται, σώφρονα νομίζομεν˙ καὶ τὴν σοφίαν ὡσαύτως τοὺς μὲν ἀργυρίου τῶι βουλομένωι [II 336. 10 App.] πωλοῦντας σοφιστὰς ὥσπερ πόρνους ἀποκαλοῦσιν, ὅστις δέ, ὃν ἂν γνῶι εὐφυᾶ ὄντα, διδάσκων, ὅ τι ἂν ἔχηι ἀγαθόν, φίλον ποιεῖται, τοῦτον νομίζομεν, ἃ τῶι καλῶι διδάσκων, ὅ τι ἂν ἔχηι ἀγαθόν, φίλον ποιεῖται, τοῦτον νομίζομεν, ἃ τῶι καλῶι κἀγαθῶι πολίτηι προσήκει, ταῦτα ποιεῖν. (14) ἐγὼ δ' οὖν καὶ αὐτός, ὦ Ἀντιφῶν, ὥσπερ ἄλλος τις ἢ ἵππωι ἀγαθῶι ἢ κυνὶ ἢ ὄρνιθι ἥδεται, οὕτω καὶ ἔτι μᾶλλον ἥδομαι φίλοις ἀγαθοῖς, καὶ ἐάν τι ἔχω ἀγαθόν, διδάσκω, καὶ ἄλλοις συνίστημι [II 336. 15 App.] παρ' ὧν ἂν ἡγῶμαι ὠφελήσεσθαί τι αὐτοὺς εἰς ἀρετήν˙ καὶ τοὺς θησαυροὺς τῶν πάλαι σοφῶν ἀνδρῶν, οὓς ἐκεῖνοι κατέλιπον ἐν βιβλίοις γράψαντες, ἀνελίττων κοινῆι σὺν τοῖς φίλοις διέρχομαι. καὶ ἄν τι ὁρῶμεν ἀγαθόν, ἐκλεγόμεθα καὶ μέγα νομίζομεν κέρδος, ἐὰν ἀλλήλοις φίλοι γιγνώμεθα. ἐμοὶ μὲν δὴ ταῦτα ἀκούοντι ἐδόκει αὐτός τε μακάριος εἶναι καὶ τοὺς ἀκούοντας ἐπὶ καλοκἀγαθίαν ἄγειν. [II 336. 20 App.] (15) καὶ πάλιν ποτὲ τοῦ Ἀντιφῶντος ἐρομένου αὐτόν, πῶς ἄλλους μὲν ἡγοῖτο πολιτικοὺς ποιεῖν, αὐτὸς δ' οὐ πράττοι τὰ πολιτικά, εἴπερ ἐπίσταιτο˙ Ποτέρως δ' ἄν, ἔφη, ὦ Ἀντιφῶν, μᾶλλον τὰ πολιτικὰ πράττοιμι, εἰ μόνος αὐτὰ πράττοιμι ἢ εἰ ἐπιμελοίμην τοῦ ὡς πλείστους ἱκανοὺς εἶναι πράττειν αὐτά;
87 A 4. ATHEN. XV 673 E F ἐκδόντος γὰρ τούτου [der Peripatetiker Adrastos] πέντε [II 336. 25 App.] μὲν βιβλία Περὶ τῶν παρὰ Θεοφράστωι ἐν τοῖς Περὶ ἠθῶν καθ' ἱστορίαν καὶ λέξιν ζητουμένων, ἕκτον δὲ περὶ τῶν ἐν τοῖς Ἠθικοῖς Νικομαχείοις Ἀριστοτέλους, ἐννοίας ἀμφιλαφεῖς παραθεμένου περὶ τοῦ παρὰ Ἀντιφῶντι τῶι τραγωιδιοποιῶι [Nauck FGT p. 792] Πληξίππου καὶ πλεῖστα ὅσα καὶ περὶ αὐτοῦ τοῦ Ἀντιφῶντος εἰπόντος, σφετερισάμενος [Hephaistion] καὶ ταῦτα ἐπέγραψέν τι βιβλίον Περὶ [II 336. 30 App.] τοῦ παρὰ Ξενοφῶντι ἐν τοῖς Ἀπομνημονεύμασιν Ἀντιφῶντος, οὐδὲν ἴδιον προσεξευρών.
87 A 5. DIOG. II 46 τούτωι [Sokrates] τις, καθά φησιν Ἀριστοτέλης ἐν τρίτωι Περὶ ποιητικῆς [fr. 75 Rose], ἐφιλονίκει Ἀντίλοχος Λήμνιος καὶ Ἀ. ὁ τερατοσκόπος.
87 A 6. [PLUT.] Vit. X orat. 1 p. 8383 C [Antiphon der Rhamnusier] [II 336. 35 App.] λέγεται δὲ τραγωιδίας συνθεῖναι ἰδίαι καὶ σὺν Διονυσίωι τῶι τυράννωι˙ ἔτι δ' ὢν πρὸς τῆι ποιήσει τέχνην ἀλυπίας συνεστήσατο, ὥσπερ τοῖς νοσοῦσιν ἡ παρὰ τῶν ἰατρῶν [II 337. 1] θεραπεία ὑπάρχει˙ ἐν Κορίνθωι τε κατεσκευασμένος οἴκημά τι παρὰ τὴν ἀγορὰν προέγραψεν, ὅτι δύναται τοὺς λυπουμένους διὰ λόγων θεραπεύειν, καὶ πυνθανόμενος τὰς αἰτίας παρεμυθεῖτο τοὺς κάμνοντας. νομίζων δὲ τὴν τέχνην ἐλάττω ἢ καθ' αὑτὸν εἶναι ἐπὶ ῥητορικὴν ἀπετράπη. εἰσὶ δ' οἳ καὶ τὸ Γλαύκου τοῦ Ῥηγίνου [II 337. 5 App.] Περὶ ποιητῶν βιβλίον [F.H.G. II 23]. PHILOSTR. V. soph. I 15, 2 πιθανώτατος δὲ ὁ Ἀ. [der Rhamnusier, wie auch Ph. glaubt] γενόμενος καὶ προσρηθεὶς Νέστωρ ἐπὶ τῶι περὶ παντὸς εἰπὼν ἂν πεῖσαι νηπενθεῖς ἀκροάσεις ἐπήγγειλεν, ὡς οὐδὲν οὕτω δεινὸν ἐρούντων ἄχος, ὃ μὴ ἐξελεῖν τῆς γνώμης. Vgl. die Τέχναι ῥητορικαί B 3.
87 A 7. LUCIAN. V. hist. II 33 [II 337. 10] ( Ὀνείρων νῆσος), καὶ πλησίον ναοὶ δύο Ἀπάτης καὶ Ἀληθείας˙ ἔνθα καὶ τὸ ἄδυτόν ἐστιν αὐτοῖς καὶ τὸ μαντεῖον, οὗ προειστήκει προφητεύων Ἀ. ὁ τῶν ὀνείρων ὑποκριτὴς ταύτης παρὰ τοῦ Ὕπνου λαχὼν τῆς τιμῆς.
87 A 8. CLEM. Str.VII 24 [III 17, 18 St.] χαρίεν τὸ τοῦ Ἀντιφῶντος˙ οἰωνισαμένου [II 337. 15 App.] τινός, ὅτι κατέφαγεν ὗς τὰ δελφάκια, θεασάμενος αὐτὴν ὑπὸ λιμοῦ διὰ μικροψυχίαν τοῦ τρέφοντος κατισχναμένην˙ 'χαῖρε, εἶπεν, ἐπὶ τῶι σημείωι, ὅτι οὕτω πεινῶσα τὰ σὰ οὐκ ἔφαγεν τέκνα.'
87 A 9. GNOMOL. VINDOB. 50 p. 14 Wachsm. Ἀ. ἐρωτηθείς, τί ἐστι μαντική, εἶπεν˙ 'ἀνθρώπου φρονίμου εἰκασμός.' λέγεται δὲ τραγωιδίας συνθεῖναι καὶ ἰδίαι [II 337. 20] καὶ σὺν Διονυσίωι τῶι τυράννωι.
Antiphôn the Sophist - B: Extant Original Fragments
B. FRAGMENTE
ΑΝΤΙΦΩΝΤΟΣ ΑΛΗΘΕΙΑΣ Ᾱ Β̅
Ᾱ Erkenntnistheorie und Prinzipienlehre
87 B 1 [81a Blass Antiph. or. p. 130; 99 a Sauppe Oratt. att. II 147]. GAL. in Hipp. de med. off. XVIII B 656 K. [II 337. 25] nach Kritias 88 B 40: ὥσπερ καὶ ὁ Ἀ. ἐν τῶι προτέρωι τῆς Ἀληθείας οὕτω λέγων˙ [II 338. 1 App.] 'ταῦτα δὲ γνοὺς εἴσηι ἕν τι οὐδὲν 〈ὂν〉 αὐτῶι οὔτε ὧν ὄψει ὁρᾶι 〈ὁ ὁρῶν〉 μακρότατα οὔτε ὧν γνώμηι γιγνώσκει ὁ μακρότατα γιγνώσκων'. Dagegen HIPPOCR. de arte 2 [p. 36, 18 Gomp.2 = CMG. I, 1 p. 10, 1]. δοκεῖ δή μοι τὸ μὲν [II 338. 5] σύμπαν τέχνη εἶναι οὐδεμία οὐκ ἐοῦσα˙ καὶ γὰρ ἄλογον τῶν ἐόντων τι ἡγεῖσθαι μὴ ἐόν˙ ἐπεὶ τῶν γε μὴ ἐόντων τίνα ἄν τις οὐσίην θεησάμενος ἀπαγγείλειεν ὡς ἔστιν; εἰ γὰρ δὴ ἔστι γ' ἰδεῖν τὰ μὴ ἐόντα ὥσπερ τὰ ἐόντα, οὐκ οἶδ', ὅπως ἄν τις αὐτὰ νομίσειε μὴ ἐόντα, ἅ γε εἴη καὶ ὀφθαλμοῖσιν ἰδεῖν καὶ γνώμηι νοῆσαι ὡς ἔστιν. [II 338. 10 App.] ἀλλ' ὅπως μὴ οὐκ ἦι τοῦτο τοιοῦτον˙ ἀλλὰ τὰ μὲν ἐόντα αἰεὶ ὁρᾶταί τε καὶ γινώσκεται, τὰ δὲ μὴ ἐόντα οὔτε ὁρᾶται οὔτε γινώσκεται. γινώσκεται τοίνυν, δεδιδαγμένων ἤδη 〈τῶν εἰδέων, ἑκάστη〉 τῶν τεχνέων, καὶ οὐδεμία ἐστὶν ἥ γε ἔκ τινος εἴδεος οὐχ ὁρᾶται. οἶμαι [II 339. 1 App.] δ' ἔγωγε καὶ τὰ ὀνόματα αὐτὰς διὰ τὰ εἴδεα λαβεῖν˙ ἄλογον γὰρ ἀπὸ τῶν ὀνομάτων ἡγεῖσθαι τὰ εἴδεα βλαστάνειν καὶ ἀδύνατον˙ τὰ μὲν γὰρ ὀνόματα [φύσεως] νομοθετήματά ἐστιν, τὰ δὲ εἴδεα οὐ νομοθετήματα, ἀλλὰ βλαστήματα.
87 B 2 [81 b B., 99 b S.]. GAL. in Hipp. de med. off. a. O. [nach B 1] [II 339. 5 App.] καί˙ 'πᾶσι γὰρ ἀνθρώποις ἡ γνώμη τοῦ σώματος ἡγεῖται καὶ εἰς ὑγίειαν καὶ νόσον καὶ εἰς τὰ ἄλλα πάντα.'
87 B 3 [102 B., 120 S.]. POLLUX VI 143 'ἀπαρασκεύωι γνώμηι' ἐν τοῖς Περὶ ἀληθείας Ἀ. εἶπεν, ἀπαρασκεύαστον δὲ ἐν [II 339. 10 App.] ταῖς ῥητορικαῖς Τέχναις (δοκοῦσι δ' οὐ γνήσιαι). Vgl. A 6. B 93 (II 369, 26 Anm.).
87 B 4 [86 B., 104 S.]. HARPOCR. ἄοπτα: ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα, ἀλλὰ δόξαντα ὁρᾶσθαι Ἀ. Ἀληθείας α̅. Auch POLL. II 58.
87 B 5 [87 B, 105 S.]. HARPOCR. [II 339. 15] ἀπαθῆ: ἀντὶ τοῦ τὰ μὴ ὡς ἀληθῶς γεγονότα πάθη Ἀ. Ἀληθείας α̅.
87 B 6 [161 B, 165 a S.]. POLL. II 58 διοπτεύειν Κριτίας [88 B 53] καὶ Ἀ., Ἀ. δὲ καὶ εἴσοπτοι.
87 B 7 [174 B, 178 S.]. POLL. II 57 Ἀ. δὲ καὶ τὸ ὀψόμενον εἶπε καὶ [II 339. 20 App.] τῆι ὄψει [B 1] οἷον τοῖς ὀφθαλμοῖς καὶ ὀπτὴρ [d. Rhamn., d. caed. Her. 22] καὶ ἄοπτα [B 4].
87 B 8 [173 B, 177 S.]. POLL. II 76 ἡ γὰρ ὀδμὴ καὶ εὐοδμία δοκεῖ μὲν τοῖς πολλοῖς εἶναι καλὰ τὰ ὀνόματα, ἔστι δὲ ποιητικά, ἐν δὲ τοῖς καταλογάδην ἰωνικὰ καὶ αἰολικά˙ παρὰ μόνωι δ' Ἀντιφῶντι ὀδμὰς [II 339. 25 App.] καὶ εὐοδμίαν εὕροι τις ἄν.
87 B 9 [105 a B.]. AËT. I 22, 6 (D. 318) Ἀ. καὶ Κριτόλαος νόημα ἢ μέτρον τὸν χρόνον, οὐχ ὑπόστασιν.
87 B 10 [80 B, 98 S.]. SUID. [II 340. 1 App.] ἀδέητος: ὁ μηδενὸς δεόμενος καὶ πάντα ἔχων. Ἀ. ἐν α̅ Ἀληθείας˙ 'διὰ τοῦτο οὐδενὸς δεῖται οὐδὲ προσδέχεται οὐδενός τι, ἀλλ' ἄπειρος καὶ ἀδέητος'. Vgl. HARPOCR. s. v.
87 B 11 [89 B, 107 S.]. HARPOCR. [II 340. 5 App.] δεήσεις: ἀντὶ τοῦ ἐνδείας Ἀ. Ἀληθείας α̅.
87 B 12 [98 B, 117 S.]. ORIG. c. Cels. IV 25 κἂν Δημοσθένης τις οὖν ὁ ῥήτωρ ἦι μετὰ τῆς παραπλησίας ἐκείνωι κακίας καὶ τῶν ἀπὸ κακίας αὐτῶι πεπραγμένων, κἂν Ἀ. ἄλλος ῥήτωρ νομιζόμενος εἶναι καὶ τὴν [II 340. 10 App.] πρόνοιαν ἀναιρῶν ἐν τοῖς ἐπιγεγραμμένοις Περὶ ἀληθείας παραπλησίως τῆι Κέλσου ἐπιγραφῆι, οὐδὲν ἧττόν εἰσιν οὗτοι σκώληκες ἐν βορβόρου γωνίαι τοῦ τῆς ἀμαθίας καὶ ἀγνοίας καλινδούμενοι.
87 B 13 [103 B]. ARISTOT. Phys. A 2. 185 a 14 ἅμα δ' οὐδὲ λύειν ἅπαντα προσήκει, ἀλλ' ἢ ὅσα ἐκ τῶν ἀρχῶν τις ἐπιδεικνὺς ψεύδεται, [II 340. 15] ὅσα δὲ μή, οὔ: οἷον τὸν τετραγωνισμὸν τὸν μὲν διὰ τῶν τμημάτων γεωμετρικοῦ διαλῦσαι, τὸν δ' Ἀντιφῶντος οὐ γεωμετρικοῦ. Vgl. Soph. el. 11. 172 a 7. SIMPLIC. phys. 54, 12 τὸν γὰρ τετραγωνισμὸν τοῦ κύκλου πολλῶν ζητούντων (τοῦτο δὲ ἦν τὸ κύκλωι ἴσον τετράγωνον θέσθαι) καὶ Ἀ. ἐνόμισεν εὑρίσκειν καὶ Ἱπποκράτης ὁ Χῖος [II 340. 20] [c. 42, 3] ψευσθέντες. ἀλλὰ τὸ μὲν Ἀντιφῶντος ψεῦδος διὰ τὸ μὴ ἀπὸ γεωμετρικῶν ἀρχῶν ὡρμῆσθαι, ὡς μαθησόμεθα, οὐκ ἔστι γεωμετρικοῦ λύειν . . . [II 341. 1] ὁ δὲ Ἀ. γράψας κύκλον ἐνέγραψέ τι χωρίον εἰς αὐτὸν πολύγωνον τῶν ἐγγράφεσθαι δυναμένων. ἔστω δὲ εἰ τύχοι τετράγωνον τὸ ἐγγεγραμμένον. ἔπειτα ἑκάστην τῶν τοῦ τετραγώνου πλευρῶν δίχα τέμνων ἀπὸ [II 341. 5] τῆς τομῆς ἐπὶ τὰς περιφερείας πρὸς ὀρθὰς ἦγε γραμμάς, αἳ δηλονότι δίχα ἔτεμνον ἑκάστη τὸ καθ' αὑτὴν τμῆμα τοῦ κύκλου. ἔπειτα ἀπὸ τῆς τομῆς ἐπεζεύγνυεν ἐπὶ τὰ πέρατα τῶν γραμμῶν τοῦ τετραγώνου [II 341. 10] εὐθείας, ὡς γίνεσθαι τέτταρα τρίγωνα τὰ ἀπὸ τῶν εὐθειῶν, τὸ δὲ ὅλον σχῆμα τὸ ἐγγεγραμμένον ὀκτάγωνον. καὶ οὕτως πάλιν κατὰ τὴν αὐτὴν μέθοδον, ἑκάστην τῶν τοῦ ὀκταγώνου πλευρῶν δίχα τέμνων ἀπὸ τῆς τομῆς ἐπὶ τὴν περιφέρειαν πρὸς ὀρθὰς ἄγων καὶ [II 341. 15] ἐπιζευγνὺς ἀπὸ τῶν σημείων, καθ' ἃ αἱ πρὸς ὀρθὰς ἀχθεῖσαι ἐφήπτοντο τῶν περιφερειῶν, εὐθείας ἐπὶ τὰ πέρατα τῶν διηιρημένων εὐθειῶν, ἑκκαιδεκάγωνον ἐποίει τὸ ἐγγραφόμενον. καὶ κατὰ τὸν αὐτὸν πάλιν λόγον τέμνων τὰς πλευρὰς τοῦ ἑκκαιδεκαγώνου τοῦ ἐγγεγραμμένου καὶ ἐπιζευγνὺς εὐθείας καὶ διπλασιάζων τὸ ἐγγραφόμενον [II 341. 20 App.] πολύγωνον καὶ τοῦτο ἀεὶ ποιῶν ὤιετό ποτε δαπανωμένου τοῦ ἐπιπέδου ἐγγραφήσεσθαί τι πολύγωνον τούτωι τῶι τρόπωι ἐν τῶι κύκλωι, οὗ αἱ πλευραὶ διὰ σμικρότητα ἐφαρμόσουσι τῆι τοῦ κύκλου περιφερείαι. παντὶ δὲ πολυγώνωι ἴσον τετράγωνον δυνάμενοι θέσθαι, ὡς ἐν τοῖς Στοιχείοις [EUCL. II 14] παρελάβομεν, διὰ [II 341. 25] τὸ ἴσον ὑποκεῖσθαι τὸ πολύγωνον τῶι κύκλωι ἐφαρμόζον αὐτῶι, ἐσόμεθα καὶ κύκλωι ἴσον τιθέντες τετράγωνον.
G Καὶ δῆλον ὅτι ἡ συναγωγὴ παρὰ τὰς γεωμετρικὰς ἀρχὰς γέγονεν οὐχ ὡς ὁ Ἀλέξανδρός φησιν, 'ὅτι ὑποτίθεται μὲν ὁ γεωμέτρης τὸ τὸν κύκλον τῆς εὐθείας κατὰ σημεῖον ἅπτεσθαι ὡς ἀρχήν, ὁ δὲ Ἀντιφῶν ἀναιρεῖ τοῦτο.' οὐ γὰρ ὑποτίθεται ὁ γεωμέτρης τοῦτο, ἀλλ' ἀποδείκνυσιν αὐτὸ ἐν τῷ τρίτῳ βιβλίῳ. ἄμεινον οὖν λέγειν ἀρχὴν εἶναι τὸ ἀδύνατον εἶναι εὐθεῖαν ἐφαρμόσαι περιφερείᾳ, ἀλλ' ἡ μὲν ἐκτὸς κατὰ ἓν σημεῖον ἐφάψεται τοῦ κύκλου, ἡ δὲ ἐντὸς κατὰ δύο μόνον καὶ οὐ πλείω, καὶ ἡ ἐπαφὴ κατὰ σημεῖον γίνεται. καὶ μέντοι τέμνων ἀεὶ τὸ μεταξὺ τῆς εὐθείας καὶ τῆς τοῦ κύκλου περιφερείας ἐπίπεδον οὐ δαπανήσει αὐτὸ οὐδὲ καταλήψεταί ποτε τὴν τοῦ κύκλου περιφέρειαν, εἴπερ ἐπ' ἄπειρόν ἐστι διαιρετὸν τὸ ἐπίπεδον. εἰ δὲ καταλαμβάνει, ἀνῄρηταί τις ἀρχὴ γεωμετρικὴ ἡ λέγουσα ἐπ' ἄπειρον εἶναι τὰ μεγέθη διαιρετά. καὶ ταύτην καὶ ὁ Εὔδημος τὴν ἀρχὴν ἀναιρεῖσθαί φησιν ὑπὸ τοῦ Ἀντιφῶντος. / THEMIST. Phys. 4, 2 πρὸς Ἀντιφῶντα δὲ οὐκέτ' ἂν ἔχοι λέγειν ὁ γεωμέτρης, ὃς ἐγγράφων [II 341. 30] τρίγωνον ἰσόπλευρον εἰς τὸν κύκλον καὶ ἐφ' ἑκάστης τῶν πλευρῶν ἕτερον ἰσοσκελὲς συνιστὰς πρὸς τῆι περιφερείαι τοῦ κύκλου καὶ τοῦτο ἐφεξῆς ποιῶν ὤιετό ποτε ἐφαρμόσειν τοῦ τελευταίου τριγώνου τὴν [II 341. 35 App.] πλευρὰν εὐθεῖαν οὖσαν τῆι περιφερείαι. τοῦτο δὲ ἦν 〈τοῦ〉 τὴν ἐπ' ἄπειρον τομὴν ἀναιροῦντος, ἣν ὑπόθεσιν ὁ γεωμέτρης λαμβάνει.
87 B 14 [II 342. 1] [82 B., 100 S.]. HARPOCR. διάθεσις: ... καὶ γὰρ τὸ ῥῆμα διαθέσθαι λέγουσιν ἐπὶ τοῦ διοικῆσαι. Ἀ. Ἀληθείας α̅˙ γυμνωθεῖσα δὲ ἀφορμῆς πολλὰ ἂν καὶ καλὰ κακῶς διαθεῖτο.
87 B 15 [83 B., 101 S.]. HARPOCR. ἔμβιος: Ἀ. Ἀληθείας α̅: 'καὶ ἡ σηπεδὼν . . . [II 342. 5] ἔμβιος γένοιτο' ἀντὶ τοῦ 'ἐν τῶι ζῆν', τουτέστι 'ζήσειε καὶ μὴ ξηρανθείη μηδ' ἀποθάνοι'. ARISTOT. phys. B 1. 193 a 9. δοκεῖ δ' ἡ φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄντων ἐνίοις εἶναι τὸ πρῶτον ἐνυπάρχον ἑκάστωι ἀρρύθμιστον καθ' ἑαυτό, οἷον κλίνης φύσις τὸ ξύλον, ἀνδριάντος δ' ὁ χαλκός. σημεῖον δέ φησιν Ἀ. ὅτι εἴ τις κατορύξειε [II 342. 10 App.] κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδὼν ὥστε ἀνεῖναι βλαστόν, οὐκ ἂν γενέσθαι κλίνην ἀλλὰ ξύλον, ὡς τὸ μὲν κατὰ συμβεβηκὸς ὑπάρχον, τὴν κατὰ νόμον διάθεσιν καὶ τὴν τέχνην, τὴν δ' οὐσίαν οὖσαν ἐκείνην ἣ καὶ διαμένει ταῦτα πάσχουσα συνεχῶς. εἴ τις κατορύξειε κλίνην καὶ ἡ σηπεδὼν τοῦ ξύλου [II 342. 15] ἔμβιος γένοιτο, οὐκ ἂν γένοιτο κλίνη, ἀλλὰ ξύλον.
87 B 16 [156 B., 160 S.]. AN. BEKK. Lex. VI p. 470, 25 ἀφήκοντος: Ἀ. ἀντὶ τοῦ διήκοντος.
87 B 17 [88 B., 106 S.]. AN. BEKK. Lex. VI p. 472, 14. Ἀφροδίτης: ἀντὶ τοῦ ἀφροδισίων. οὕτως Ἀ. ἐν Ἀληθείας πρώτωι.
87 B 18 [84 B., 102 S.]. HARPOCR. [II 342. 20] ἀναποδιζόμενα: ἀντὶ τοῦ 〈πάλιν〉 ἐξεταζόμενα ἢ ἀντὶ τοῦ ἄνωθεν τὰ αὐτὰ πολλάκις λεγόμενα ἢ πραττόμενα Ἀ. Ἀληθείας α̅. Vgl. POLL. II 196.
87 B 19 [85 B., 103 S.]. HARPOCR. ἀνήκει: παρ' Ἀ - τι Ἀληθείας α̅ ἀντὶ τοῦ ἁπλοῦ ἥκει ἢ οἷον ἀνεβιβάσθη καὶ προελήλυθεν. [II 342. 25] AN. BEKK. Lex. VI 403, 5 Ἀ. μὲν ἀντὶ τοῦ καθήκει.
87 B 20 [II 343. 1] [90 B., 108 S.]. HARPOCR. ἐπαλλάξεις: ἀντὶ τοῦ συναλλαγὰς ἢ μίξεις Ἀ. Ἀληθείας α̅.
87 B 21 [91 B., 109 S.]. HARPOCR. ὀριγνηθῆναι: ἀντὶ τοῦ ἐπιθυμῆσαι Ἀ. Ἀληθείας α̅.
Β̅ . Physik, Anthropologie, Ethik
[II 343. 5 App.]
87 B 22 [97 B., 116 S.]. HARPOCR. [vgl. PHOT. A Reitzenst. p. 37, 18] ἀειεστώ˙ Ἀ. ἐν Ἀληθείας δευτέρωι τὴν ἀιδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι, ὥσπερ καὶ εὐεστὼ ἡ εὐδαιμονία καλεῖται. [Vgl. 68 A 167. B 4]
87 B 23 [94 B., 113 S.]. HARPOCR. [II 343. 10 App.] διάστασις˙ Ἀ. Ἀληθείας β̅. 'περὶ τῆς νῦν κρατούσης διαστάσεως' ἀντὶ τοῦ διακοσμήσεως τῶν ὅλων.
87 B 24 [144 B., 147 S.]. HARPOCR. ἀδιάστατον: τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμένον Ἀ. εἶπεν. PHOT. A p. 31, 17 Reitz. ἀδιάστατον: ὡς Ἀντιφῶν [? ] 'καὶ τὸ οἰκοδόμημα ἀδιάστατον'.
87 B 24 a [160 B. 165 S.]. SUID. [II 343. 15] διάθεσις: . . . Ἀ. δὲ τῆι διαθέσει [vgl. B 63] ἐχρήσατο ἐπὶ γνώμης ἢ διανοίας˙ ὁ αὐτὸς καὶ ἐπὶ τοῦ διαθεῖναι λόγον, τουτέστιν ἐπὶ τοῦ ἐξαγγεῖλαί τι. ἐν τῶι β̅ τῆς Ἀληθείας ὁ αὐτὸς κέχρηται καὶ ἐπὶ τῆς διακοσμήσεως. [vgl. B 23].
87 B 25 [95 B., 114 S.]. HARPOCR. [II 343. 20 App.] δίνωι: ἀντὶ τοῦ δινήσει Ἀ. Ἀληθείας β̅.
87 B 26 [103 a B]. AËT. II 20, 15 (D. 351) (περὶ οὐσίας ἡλίου). Ἀ. πῦρ ἐπινεμόμενον μὲν τὸν περὶ τὴν γῆν ὑγρὸν ἀέρα, ἀνατολὰς δὲ καὶ δύσεις ποιούμενον τῶι τὸν μὲν ἐπικαιόμενον ἀεὶ προλείπειν, τοῦ δ'[II 343. 25] ὑπονοτιζομένου πάλιν ἀντέχεσθαι.
87 B 27 [104 a B., 121 S.]. AËT. II 28, 4 (D. 358) Ἀ. ἰδιοφεγγῆ μὲν τὴν σελήνην, τὸ δὲ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς [II 344. 1 App.] τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθενέστερον ἀμαυροῦν: ὃ δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα ἄστρα.
87 B 28 [104 B.]. AËT. II 29, 3 (D. 359; περὶ ἐκλείψεως σελήνης) Ἀλκμαίων [24 A 4], Ἡράκλειτος [22 A 12], Ἀ. κατὰ τὴν τοῦ σκαφοειδοῦς [II 344. 5] στροφὴν καὶ τὰς περικλίσεις.
87 B 29 [92 B., 110 S.]. GAL. in Epid. III 32 [XVII A 681 K.] οὕτω δὲ καὶ παρ' Ἀντιφῶντι κατὰ τὸ δεύτερον τῆς Ἀληθείας ἔστιν εὑρεῖν γεγραμμένην τὴν προσηγορίαν [näml. εἰλούμενον] ἐν τῆιδε τῆι ῥήσει [Entstehung des Hagels]˙ 'ὅταν οὖν γένωνται ἐν [ΙΙ 344. 10 App.] τῶι ἀέρι ὄμβροι τε καὶ πνεύματα ὑπεναντία ἀλλήλοις, τότε συστρέφεται τὸ ὕδωρ καὶ πυκνοῦται κατὰ πολλά˙ ὅ τι δ' ἂν τῶν ξυμπιπτόντων κρατηθῆι, τοῦτ' ἐπυκνώθη καὶ συνεστράφη ὑπό τε τοῦ πνεύματος εἰλούμενον καὶ ὑπὸ τῆς βίας'. καὶ γὰρ καὶ οὗτος τὸ κατακλειόμενον ἢ συνειλούμενον [II 344. 15 App.] εἰς ἑαυτὸ φαίνεται δηλῶν διὰ τῆς εἰλούμενον φωνῆς.
NACHTRÄGE
Galen über die medizin. Namen (arabisch und deutsch, Meyerhof- Schacht Abh. d. Berl. Ak. 1931, 3 S. 34, 9ff.) zitiert aus Antiphon, und zwar aus dem "zweiten Buch von seinen Büchern über [II 426. 20]die Wahrheit" folgende Worte: "Von diesen Dingen habe ich dir gesagt, daß die Galle sie hervorrief, weil sie sich in den Händen und Füßen befand; diejenige (Galle) aber, welche bis zum Fleische vordrang, erzeugte, wenn ihre Menge groß war, chronische Fieber; denn wenn sie bis zum Fleische gelangt, so entsteht darin durch sie eine Verderbnis in seiner Substanz selbst und es schwillt an; [II 426. 25] die unnatürliche Wärme kommt also von dieser Stelle; ihr Andauern und Kontinuierlichwerden aber kommt von der Galle her, wenn sie im Fleische reichlich vorhanden ist und sich nicht schnell verzieht und vermindert, sondern bleibt, indem sie neben der unnatürlichen Wärme weiterbesteht." (Hierin heißt die unnatürliche Wärme θέρμη). "Alles von ihnen (nämlich den Gallen), was [II 426. 30] bis zum Fleische vordringt, erzeugt heftige, lang andauernde Fieber." "Wenn in die Blutgefäße mehr hineinfließt, als sie vertragen, so öffnen sie sich, und deshalb entsteht durch sie eine φλεγμονή. Und wenn eine φλεγμονή daraus entsteht und dem von ihr Befallenen Schmerzen zu verursachen beginnt und sich das einwurzelt, so nennt man diese Krankheit Gicht."
87 B 30 [93 a B., 111 a S.]. HARPOCR. γρυπάνιον: Ἀ. Ἀληθείας β̅˙ 'καῖον γὰρ τὴν γῆν καὶ συντῆκον γρυπάνιον ποιεῖ'.
87 B 31 [93 b B., 111 b S.]. ETYM. GEN. γρυπανίζειν: σείεσθαι τὴν γῆν παλλομένην καὶ ὥσπερ ῥυσοῦσθαι ἀπὸ σεισμοῦ˙ οὕτως Ἀ.
87 B 32 [105 B.]. AËT. III 16, 4 [II 344. 20 App.] (D. 381 περὶ θαλάσσης πῶς συνέστη καὶ πῶς ἐστι πικρά) Ἀ. ἱδρῶτα [vgl. 31 B 55] τοῦ 〈πρώτου ὑγροῦ ἐξατμισθέντος ὑπὸ τοῦ〉 θερμοῦ, ἐξ οὗ τὸ περιλειφθὲν ὑγρὸν ἀπεκρίθη 〈καὶ θάλασσα ἐπωνομάσθη〉 τῶι καθεψηθῆναι παραλυκίσασα, [II 345. 1 App.] ὅπερ ἐπὶ παντὸς ἱδρῶτος συμβαίνει. Vgl. auch 59 A 90. 64 A 17.
87 B 33 [96 B., 115 S.]. HARPOCR. πεφοριῶσθαι: . . . ὅτι γὰρ καὶ ἐπ' ἀνθρώπων τάσσουσι τὴν φορίνην, δῆλον ποιεῖ Ἀ. ἐν β̅ Ἀληθείας. [II 345. 5 App.]
87 B 34 [150 n. B.]. POLL. II 41 κεφαλαλγία καὶ καρηβαρία . . . καὶ καρηβαρικὸν ποτὸν ἢ βρῶμα. τὸ δὲ τοῦτο ποιεῖν καροῦν Ἀ. φησίν.
87 B 35 [150 n. B.]. POLL. II 215 ἔναιμον, καὶ ἐναιμῶδες παρὰ [II 345. 10] Ἀντιφῶντι.
87 B 36 [150 n. B.]. POLL. II 223 καὶ Ἀ. δ' εἴρηκεν˙ 'ἐν ὧι τὸ ἔμβρυον αὐξάνεταί τε καὶ τρέφεται, καλεῖται χόριον'.
87 B 37 [a. O. B.]. POLL. II 224 ἐπίπλους ὀνομάζεται˙ Ἀ. δ' αὐτὸν καὶ ἀρρενικῶς καὶ οὐδετέρως καλεῖ.
87 B 38 [148 B., 151 S.]. POLL. II 7 [II 345. 15] καὶ ἄμβλωσις ὡς Λυσίας [fr. 24 Sauppe] καὶ ἄμβλωμα ὡς Ἀ.
87 B 39 [101 B.]. POLL. II 61 Ἀ. δ' ἐν τοῖς Περὶ ἀληθείας καὶ ἀνάπηρα εἴρηκεν.
87 B 39 a. G Galen über die medizin. Namen (arabisch und deutsch, Meyerhof-Schacht Abh. d. Berl. Ak. 1931, 3 S. 34, 9ff.) ziticrt aus Antiphon, und zwar aus dem "zweiten Buch von seinen Büchern über die Wahrheit "folgende Worte: "Von diesen Dingen habe ich dir gesagt, daß die Galle sie hervorrief, weil sie sich in den Händen und Füßen befand; diejenige (Galle) aber, welche bis zum Fleische vordrang, erzeugte, wenn ihre Menge groß war, chronische Fieber; denn wenn sie bis zum Fleische gelangt, so entsteht darin durch sie eine Verderbnis in seiner Subatanz selbst und es schwillt an; die unnatürliche Wärme kommt also von dieser Stelle; ihr Andauern und Kontinuierlichwerden aber kommt von der Galle her, wenn sie im Fleische reichlich vorhanden ist und sich nicht schnell verzieht und vermindert, sondern bleibt, indem sie neben der unnatürlichen Wärme weiterbesteht." (Hierin heißt die unnatürliche Warme θέρμη). "Alles von ihnen (nämlich den Gallen), was bis zum Fleische vordringt, erzeugt heftige, lang andauernde Fieber." "Wenn in die Blutgefäße mehr hineinfließt, als sie vertragen, so öffnen gie sich, und deshalb entsteht durch sie φλεγμονή. Und wenn eine φλεγμονή daraus entateht und dem von ihr Befallenen Schmeraen zu verusachen beginnt und sich das einwurzelt, so nennt man diese Krankheit Gicht." Zu "dir" ob. Z. 20 vgl. II 338, 1. 360,9.
87 B 40 [158 B., 162 S.]. POLL. VII 169 Ἀ. βάψιν χαλκοῦ καὶ [II 345. 20] σιδήρου.
87 B 41 [159 B., 163 S.]. POLL. VII 189 ἀμήχανοι, ἀμηχανία, βιομήχανοι ὡς Ἀ.
87 B 42 [179 B., 183 S.]. POLL. IX 53 ἡ μὲν γὰρ Ἀ - τος ταλάντωσις τὸ βάρος δηλοῖ.
87 B 43 [100 B., 119 S.]. HARPOCR. [II 345. 25 App.] ἄβιος: τὸν ἄβιον Ἀ. ἐπὶ τοῦ πολὺν βίον κεκτημένου ἔταξεν, ὡς Ὅμηρος (Λ 55) ἄξυλον ὕλην λέγει τὴν πολύξυλον. HES. ἄβιος: πλούσιος ὡς Ἀ. ἐν Ἀληθείαι.
87 B 43 a G [99 B., 118 S.]. HARPOCR. ἄγει = ἡγέομαι; Ἀντιφῶν δ' ἐν τῷ περὶ ἀληθείας φησὶ 'τοὺς 'νόμους μεγάλους ἄγοι' ἀντὶ τοῦ ἡγοῖτο. τούτου πολλὴ χρῆσις.