SUBSCRIBER:


past masters commons

Annotation Guide:

cover
The Presocratic Writings
cover
Presocratic Writings - Greek
The Presocratic Writings - Original Greek Texts
Leucippus of Abdêra

Leucippus of Abdêra

Leucippus of Abdêra - A: Quoted in Ancient Sources

67-78. ABDERITEN [II 70. 15 App.]
67 [54]. LEUKIPPOS

A. LEBEN UND LEHRE

A. 67 A 1. DIOG. IX 30 ff. Λεύκιππος Ἐλεάτης, ὡς δέ τινες, Ἀβδηρίτης, κατ' ἐνίους δὲ Μήλιος˙ οὗτος ἤκουσε Ζήνωνος.
[II 70. 20 App.] ἤρεσκε δ' αὐτῶι ἄπειρα εἶναι τὰ πάντα καὶ εἰς ἄλληλα μεταβάλλειν, τό τε πᾶν εἶναι κενὸν καὶ πλῆρες σωμάτων. τούς τε κόσμους γίνεσθαι σωμάτων εἰς τὸ κενὸν ἐμπιπτόντων καὶ ἀλλήλοις περιπλεκομένων˙ ἔκ τε τῆς κινήσεως κατὰ τὴν αὔξησιν αὐτῶν γίνεσθαι τὴν τῶν ἀστέρων φύσιν. φέρεσθαι δὲ τὸν ἥλιον ἐν μείζονι κύκλωι περὶ τὴν σελήνην˙ τὴν γῆν ὀχεῖσθαι περὶ τὸ μέσον δινουμένην. [II 70. 25 App.] σχῆμά τε αὐτῆς τυμπανῶδες εἶναι. πρῶτός τε ἀτόμους ἀρχὰς ὑπεστήσατο. 〈καὶ〉 κεφαλαιωδῶς μὲν ταῦτα˙ ἐπὶ μέρους δὲ ὧδε ἔχει. (31) τὸ μὲν πᾶν ἄπειρόν φησιν, ὡς προείρηται˙ τούτου δὲ τὸ μὲν πλῆρες εἶναι, τὸ δὲ κενόν, 〈ἃ〉 καὶ στοιχεῖά φησι. κόσμους τε ἐκ τούτου ἀπείρους εἶναι καὶ διαλύεσθαι εἰς ταῦτα. γίνεσθαι δὲ τοὺς κόσμους οὕτω˙ φέρεσθαι κατὰ ἀποτομὴν ἐκ τῆς ἀπείρου πολλὰ [II 70. 30] σώματα παντοῖα τοῖς σχήμασιν εἰς μέγα κενόν, ἅπερ ἀθροισθέντα δίνην ἀπεργάζεσθαι [II 71. 1 App.] μίαν, καθ' ἣν προσκρούοντα καὶ παντοδαπῶς κυκλούμενα διακρίνεσθαι χωρὶς τὰ ὅμοια πρὸς τὰ ὅμοια. ἰσορρόπων δὲ διὰ τὸ πλῆθος μηκέτι δυναμένων περιφέρεσθαι, τὰ μὲν λεπτὰ χωρεῖν εἰς τὸ ἔξω κενόν, ὥσπερ διαττώμενα˙ τὰ δὲ λοιπὰ συμμένειν καὶ περιπλεκόμενα συγκατατρέχειν ἀλλήλοις καὶ ποιεῖν πρῶτόν [II 71. 5App.] τι σύστημα σφαιροειδές. (32) τοῦτο δ' οἷον ὑμένα ἀφίστασθαι περιέχοντα ἐν ἑαυτῶι παντοῖα σώματα˙ ὧν κατὰ τὴν τοῦ μέσου ἀντέρεισιν περιδινουμένων λεπτὸν γενέσθαι τὸν πέριξ ὑμένα συρρεόντων ἀεὶ τῶν συνεχῶν κατ' ἐπίψαυσιν τῆς δίνης. καὶ οὕτω γενέσθαι τὴν γῆν, συμμενόντων τῶν ἐνεχθέντων ἐπὶ τὸ μέσον. αὐτόν τε πάλιν τὸν περιέχοντα οἷον ὑμένα αὔξεσθαι κατὰ τὴν ἐπέκκρισιν τῶν [II 71. 10App.] ἔξωθεν σωμάτων˙ δίνηι τε φερόμενον αὐτόν, ὧν ἂν ἐπιψαύσηι, ταῦτα ἐπικτᾶσθαι. τούτων δέ τινα συμπλεκόμενα ποιεῖν σύστημα, τὸ μὲν πρῶτον κάθυγρον καὶ πηλῶδες, ξηρανθέντα καὶ περιφερόμενα σὺν τῆι τοῦ ὅλου δίνηι, εἶτ' ἐκπυρωθέντα τὴν τῶν ἀστέρων ἀποτελέσαι φύσιν. (33) εἶναι δὲ τὸν τοῦ ἡλίου κύκλον ἐξώτατον, τὸν δὲ τῆς σελήνης προσγειότατον, τῶν ἄλλων μεταξὺ τούτων ὄντων. καὶ πάντα [II 71. 15App.] μὲν τὰ ἄστρα πυροῦσθαι διὰ τὸ τάχος τῆς φορᾶς, τὸν δὲ ἥλιον καὶ ὑπὸ τῶν ἀστέρων ἐκπυροῦσθαι˙ τὴν δὲ σελήνην τοῦ πυρὸς ὀλίγον μεταλαμβάνειν. ἐκλείπειν δὲ ἥλιον καὶ σελήνην 〈**. τὴν δὲ λόξωσιν τοῦ ζωιδιακοῦ γενέσθαι〉 τῶι κεκλίσθαι τὴν γῆν πρὸς μεσημβρίαν˙ τὰ δὲ πρὸς ἄρκτωι ἀεί τε νίφεσθαι καὶ κατάψυχρα εἶναι καὶ πήγνυσθαι. καὶ τὸν μὲν ἥλιον ἐκλείπειν σπανίως, τὴν δὲ σελήνην συνεχὲς [II 71. 20App.] διὰ τὸ ἀνίσους εἶναι τοὺς κύκλους αὐτῶν. εἶναί τε ὥσπερ γενέσεις κόσμου, οὕτω καὶ αὐξήσεις καὶ φθίσεις καὶ φθορὰς κατά τινα ἀνάγκην, ἣν ὁποία ἐστὶν 〈οὐ〉 διασαφεῖ.

67 A 2. DIOG. X 13 [Epicurea p. 365, 19 Usen.] τοῦτον [Epikur] Ἀπολλόδωρος ἐν Χρονικοῖς [FGrHist. 244 F. 41 II 1032] Ναυσιφάνους ἀκοῦσαί φησι καὶ Πραξιφάνους˙ αὐτὸς δὲ οὔ φησιν, ἀλλ' ἑαυτοῦ ἐν τῆι πρὸς Εὐρύλοχον ἐπιστολῆι [fr. 123]. [II 72. 1] ἀλλ' οὐδὲ Λεύκιππόν τινα γεγενῆσθαί φησι φιλόσοφον οὔτε αὐτὸς οὔτε Ἕρμαρχος, ὃν ἔνιοί φασι (καὶ Ἀπολλόδωρος ὁ Ἐπικούρειος) διδάσκαλον Δημοκρίτου γεγενῆσθαι.

67 A 3. SIMPL. Phys. 25, 2 [vgl. oben 64 A 5] Diogenes v. Ap. τὰ μὲν πλεῖστα συμπεφορημένως γέγραφε, τὰ μὲν κατὰ Ἀναξαγόραν τὰ δὲ κατὰ Λεύκιππον λέγων.

67 A 4. CLEM. Strom. I 64 [II 40, 24 St.] [II 72. 5] Παρμενίδης τοίνυν Ξενοφάνους ἀκουστὴς γίνεται, τούτου δὲ Ζήνων, εἶτα Λ., εἶτα Δημόκριτος. Vgl. DIOG. I 15; IX 34.

67 A 5. [GALEN.] Hist. phil. 3 (D. 601, 9) τούτου [Zeno v. Elea] δὲ Λ. ὁ Ἀβδηρίτης ἀκουστὴς τὴν τῶν ἀτόμων εὕρεσιν ἐπινενόηκε πρῶτος. IAMBL. V. P. 104 οἱ ἐκ τοῦ διδασκαλείου τούτου, μάλιστα δὲ οἱ παλαιότατοι καὶ αὐτῶι συγχρονίσαντες [II 72. 10App.] καὶ μαθητεύσαντες τῶι Πυθαγόραι πρεσβύτηι νέοι Φιλόλαός τε καὶ Εὔρυτος ... Λεύκιππός τε καὶ Ἀλκμαίων. TZETZ. Chil. II 980 Λευκίππου τοῦ μαθητοῦ Μελίσσου.

67 A 6. ARISTOT. metaph. A 4. 985 b 4 Λ. δὲ καὶ ὁ ἑταῖρος αὐτοῦ Δημόκριτος στοιχεῖα μὲν τὸ πλῆρες καὶ τὸ κενὸν εἶναί φασι, λέγοντες τὸ μὲν ὂν τὸ δὲ μὴ ὄν, [II 72. 15 App.] τούτων δὲ τὸ μὲν πλῆρες καὶ στερεόν, τὸ ὄν, τὸ δὲ κενὸν καὶ μανόν, τὸ μὴ ὄν (διὸ καὶ οὐθὲν μᾶλλον τὸ ὂν τοῦ μὴ ὄντος εἶναί φασιν, ὅτι οὐδὲ τὸ κενὸν 〈ἔλαττον〉 τοῦ σώματος), αἴτια δὲ τῶν ὄντων ταῦτα ὡς ὕλην. καὶ καθάπερ οἱ ἓν ποιοῦντες τὴν ὑποκειμένην οὐσίαν τἆλλα τοῖς πάθεσιν αὐτῆς γεννῶσι, τὸ μανὸν καὶ τὸ πυκνὸν ἀρχὰς τιθέμενοι τῶν παθημάτων, τὸν αὐτὸν τρόπον καὶ οὗτοι τὰς διαφορὰς [II 72. 20 App.] αἰτίας τῶν ἄλλων εἶναί φασιν. ταύτας μέντοι τρεῖς εἶναι λέγουσι, σχῆμά τε καὶ τάξιν καὶ θέσιν˙ διαφέρειν γάρ φασι τὸ ὂν ῥυσμῶι καὶ διαθιγῆι καὶ τροπῆι μόνον. τούτων δὲ ὁ μὲν ῥυσμὸς σχῆμά ἐστιν, ἡ δὲ διαθιγὴ τάξις, ἡ δὲ τροπὴ θέσις˙ διαφέρει γὰρ τὸ μὲν Α τοῦ Ν σχήματι, τὸ δὲ ΑΝ τοῦ ΝΑ τάξει, τὸ δὲ ‡ τοῦ Η θέσει. περὶ δὲ κινήσεως, ὅθεν ἢ πῶς ὑπάρχει [II 72. 25] τοῖς οὖσι, καὶ οὗτοι παραπλησίως τοῖς ἄλλοις ῥαιθύμως ἀφεῖσαν. [Folgt 58 B 4] ALEX. in Metaph. z. d. St. 36, 21... λέγει μὲν περὶ Λευκίππου τε καὶ Δημοκρίτου˙ οὗτοι γὰρ λέγουσιν ἀλληλοτυπούσας καὶ κρουομένας πρὸς ἀλλήλας κινεῖσθαι τὰς ἀτόμους, πόθεν μέντοι ἡ ἀρχὴ τῆς κινήσεως τῆς κατὰ φύσιν, οὐ λέγουσιν. ἡ γὰρ κατὰ τὴν ἀλληλοτυπίαν βίαιός ἐστι κίνησις καὶ οὐ κατὰ φύσιν, ὑστέρα δὲ ἡ βίαιος τῆς κατὰ φύσιν. [II 72. 30App.] PHILOP. de anima 68, 3 ῥυσμὸς λέξις ἐστὶν Ἀβδηρική, σημαίνει δὲ τὸ σχῆμα.

67 A 7. ARISTOT. de gen. et corr. A 8. 324 b 35 ὁδῶι δὲ μάλιστα καὶ περὶ (325a 1) πάντων ἑνὶ λόγωι διωρίκασι Λ. καὶ Δημόκριτος, ἀρχὴν ποιησάμενοι κατὰ φύσιν ἥπερ ἐστίν. ἐνίοις γὰρ τῶν ἀρχαίων ἔδοξε τὸ ὂν ἐξ ἀνάγκης ἓν εἶναι καὶ ἀκίνητον˙ τὸ μὲν γὰρ κενὸν οὐκ ὄν, κινηθῆναι δ' οὐκ ἂν δύνασθαι μὴ ὄντος κενοῦ κεχωρισμένου, [II 73. 1App.] οὐδ' αὖ πολλὰ εἶναι μὴ ὄντος τοῦ διείργοντος... [folgt die 28 A 25 mitget. St.] ARISTOT. de gen. et corr. A 8. 325 a 23 Λ. δ' ἔχειν ὠιήθη λόγους, οἵτινες πρὸς τὴν αἴσθησιν ὁμολογούμενα λέγοντες οὐκ ἀναιρήσουσιν οὔτε γένεσιν οὔτε φθορὰν οὔτε κίνησιν καὶ τὸ πλῆθος τῶν ὄντων. ὁμολογήσας δὲ ταῦτα μὲν τοῖς φαινομένοις, τοῖς δὲ [II 73. 5App.] τὸ ἓν κατασκευάζουσιν ὡς οὐκ ἂν κίνησιν οὖσαν ἄνευ κενοῦ, τό τε κενὸν μὴ ὂν καὶ τοῦ ὄντος οὐθὲν μὴ ὄν φησιν εἶναι˙ τὸ γὰρ κυρίως ὂν παμπλῆρες ὄν. ἀλλ' εἶναι τὸ τοιοῦτον οὐχ ἕν, ἀλλ' ἄπειρα τὸ πλῆθος καὶ ἀόρατα διὰ σμικρότητα τῶν ὄγκων. ταῦτα δ' ἐν τῶι κενῶι φέρεσθαι (κενὸν γὰρ εἶναι), καὶ συνιστάμενα μὲν γένεσιν ποιεῖν, διαλυόμενα δὲ φθοράν. ποιεῖν δὲ καὶ πάσχειν ἧι τυγχάνουσιν [II 73. 10] ἁπτόμενα˙ ταύτηι γὰρ οὐχ ἓν εἶναι. καὶ συντιθέμενα δὲ καὶ περιπλεκόμενα γεννᾶν˙ ἐκ δὲ τοῦ κατ' ἀλήθειαν ἑνὸς [s. 28 A 25] οὐκ ἂν γενέσθαι πλῆθος οὐδ' ἐκ τῶν ἀληθῶς πολλῶν ἕν, ἀλλ' εἶναι τοῦτ' ἀδύνατον˙ ἀλλ', ὥσπερ Ἐμπεδοκλῆς [31 A 87] καὶ τῶν ἄλλων τινές φασι πάσχειν διὰ πόρων, οὕτω πᾶσαν ἀλλοίωσιν καὶ πᾶν τὸ πάσχειν τοῦτον γίνεσθαι τὸν τρόπον, διὰ τοῦ κενοῦ γινομένης τῆς διαλύσεως καὶ [II 73. 15App.] τῆς φθορᾶς, ὁμοίως δὲ καὶ τῆς αὐξήσεως, ὑπεισδυομένων στερεῶν. σχεδὸν δὲ καὶ Ἐμπεδοκλεῖ ἀναγκαῖον λέγειν ὥσπερ καὶ Λ. φησιν. εἶναι γὰρ ἄττα στερεά, ἀδιαίρετα δέ, εἰ μὴ πάντηι πόροι συνεχεῖς εἰσιν. τοῦτο δ' ἀδύνατον˙ οὐθὲν γὰρ ἔσται ἕτερον στερεὸν παρὰ τοὺς πόρους, ἀλλὰ πᾶν κενόν. ἀνάγκη ἄρα τὰ μὲν ἁπτόμενα εἶναι ἀδιαίρετα, τὰ δὲ μεταξὺ αὐτῶν κενά, οὓς [Empedokles] ἐκεῖνος [II 73. 20App.] λέγει πόρους. οὕτως δὲ καὶ Λ. λέγει περὶ τοῦ ποιεῖν καὶ πάσχειν. ... ARISTOT. de gen. et corr. A 8. 325 b 24 ὥσπερ ἐν τῶι Τιμαίωι γέγραφε Πλάτων˙ τοσοῦτον γὰρ διαφέρει τοῦ μὴ τὸν αὐτὸν τρόπον Λευκίππωι λέγειν, ὅτι ὁ μὲν στερεά, ὁ δὲ ἐπίπεδα λέγει τὰ ἀδιαίρετα, καὶ ὁ μὲν ἀπείροις ὡρίσθαι σχήμασι τῶν ἀδιαιρέτων στερεῶν ἕκαστον, ὁ δὲ ὡρισμένοις, ἐπεὶ ἀδιαίρετά γε ἀμφότεροι λέγουσι καὶ ὡρισμένα σχήμασιν. ἐκ δὴ [II 73. 25] τούτων αἱ γενέσεις καὶ αἱ διακρίσεις Λευκίππωι μὲν δύο τρόποι ἂν εἶεν διά τε τοῦ κενοῦ καὶ διὰ τῆς ἁφῆς (ταύτηι γὰρ διαιρετὸν ἕκαστον), Πλάτωνι δὲ κατὰ τὴν ἁφὴν μόνον˙ κενὸν γὰρ οὐκ εἶναί φησι. [Aus A 7 oben Z. 2ff . [AR.] de MXG. 6. 980 a 7 καθάπερ ἐν τοῖς Λευκίππου καλουμένοις λόγοις γέγραπται]. Zu ἁφή vgl. PHILOPON. de gener. et corr. p. 158, 26 οὐ ... κυρίως τὴν ἁφὴν ἔλεγεν ὁ Δημόκριτος λέγων [II 73. 30App.] ἅπτεσθαι ἀλλήλων τὰς ἀτόμους ..., ἀλλὰ 〈τὸ〉 πλησίον εἶναι ἀλλήλων τὰς ἀτόμους καὶ μὴ πολὺ διεστάναι, τοῦτο ἁφὴν ἐκάλει˙ κενῶι γὰρ πάντως διείργεσθαι αὐτάς. ib. p. 160, 10 τὴν ἁφὴν οἱ περὶ Λ. οὐ κυρίως ἔλεγον.

67 A 8. SIMPL. Phys. 28, 4 [aus THEOPHR. Phys. Opin. fr. 8; D. 483] Λ. δὲ ὁ Ἐλεάτης ἢ Μιλήσιος (ἀμφοτέρως γὰρ λέγεται περὶ αὐτοῦ) κοινωνήσας Παρμενίδηι [II 74. 1App.] τῆς φιλοσοφίας, οὐ τὴν αὐτὴν ἐβάδισε Παρμενίδηι καὶ Ξενοφάνει περὶ τῶν ὄντων ὁδόν, ἀλλ' ὡς δοκεῖ τὴν ἐναντίαν. ἐκείνων γὰρ ἓν καὶ ἀκίνητον καὶ ἀγένητον καὶ πεπερασμένον ποιούντων τὸ πᾶν καὶ τὸ μὴ ὂν μηδὲ ζητεῖν συγχωρούντων, οὗτος ἄπειρα καὶ ἀεὶ κινούμενα ὑπέθετο στοιχεῖα τὰς ἀτόμους καὶ τῶν ἐν αὐτοῖς σχημάτων [II 74. 5] ἄπειρον τὸ πλῆθος διὰ τὸ μηδὲν μᾶλλον τοιοῦτον ἢ τοιοῦτον εἶναι καὶ γένεσιν καὶ μεταβολὴν ἀδιάλειπτον ἐν τοῖς οὖσι θεωρῶν. ἔτι δὲ οὐδὲν μᾶλλον τὸ ὂν ἢ τὸ μὴ ὂν ὑπάρχειν, καὶ αἴτια ὁμοίως εἶναι τοῖς γινομένοις ἄμφω. τὴν γὰρ τῶν ἀτόμων οὐσίαν ναστὴν καὶ πλήρη ὑποτιθέμενος ὂν ἔλεγεν εἶναι καὶ ἐν τῶι κενῶι φέρεσθαι, ὅπερ μὴ ὂν ἐκάλει καὶ οὐκ ἔλαττον τοῦ ὄντος εἶναί φησι. παραπλησίως [II 74. 10] δὲ καὶ ὁ ἑταῖρος αὐτοῦ Δημόκριτος ὁ Ἀβδηρίτης ἀρχὰς ἔθετο τὸ πλῆρες καὶ τὸ κενόν κτλ. CIC. Acad. pr. II 37, 118 (D. 119) L. plenum et inane Democritus huic in hoc similis, uberior in ceteris.

67 A 9. ARISTOT. de gen. et corr. A 1. 314 a 21 Δημόκριτος δὲ καὶ Λ. ἐκ σωμάτων ἀδιαιρέτων τἆλλα συγκεῖσθαί φασι, ταῦτα δ' ἄπειρα καὶ τὸ πλῆθος εἶναι [II 74. 15] καὶ τὰς μορφάς, αὐτὰ δὲ πρὸς αὑτὰ διαφέρειν τούτοις ἐξ ὧν εἰσι καὶ θέσει καὶ τάξει τούτων. ARISTOT. de gen. et corr. A 2. 315 b 6 Δημ. δὲ καὶ Λ. ποιήσαντες τὰ σχήματα τὴν ἀλλοίωσιν καὶ τὴν γένεσιν ἐκ τούτων ποιοῦσι, διακρίσει μὲν καὶ συγκρίσει γένεσιν καὶ φθοράν, τάξει δὲ καὶ θέσει ἀλλοίωσιν. ἐπεὶ δ' ὤιοντο τἀληθὲς ἐν τῶι φαίνεσθαι, ἐναντία δὲ καὶ ἄπειρα τὰ φαινόμενα, τὰ σχήματα ἄπειρα ἐποίησαν, ὥστε ταῖς μεταβολαῖς τοῦ [II 74. 20App.] συγκειμένου τὸ αὐτὸ ἐναντίον δοκεῖν ἄλλωι καὶ ἄλλωι, καὶ μετακινεῖσθαι μικροῦ ἐμμειγνυμένου καὶ ὅλως ἕτερον φαίνεσθαι ἑνὸς μετακινηθέντος˙ ἐκ τῶν αὐτῶν γὰρ τραγωιδία καὶ κωμωιδία γίνεται γραμμάτων.

67 A 10. HIPPOL. Ref. I 12 (D. 564, 16 W.) (1) Λ. δὲ Ζήνωνος ἑταῖρος οὐ τὴν αὐτὴν δόξαν διετήρησεν, ἀλλά φησιν ἄπειρα εἶναι καὶ ἀεὶ κινούμενα καὶ γένεσιν καὶ [II 74. 25App.] μεταβολὴν συνεχῶς οὖσαν. στοιχεῖα δὲ λέγει τὸ πλῆρες καὶ 〈τὸ〉 κενόν. (2) κόσμους δὲ 〈ὧδε〉 γίνεσθαι λέγει˙ ὅταν εἰς μέγα κενὸν ἐκ τοῦ περιέχοντος ἀθροισθῆι πολλὰ σώματα καὶ συρρυῆι, προσκρούοντα ἀλλήλοις συμπλέκεσθαι τὰ ὁμοιοσχήμονα καὶ παραπλήσια τὰς μορφάς, καὶ περιπλεχθέντων ἄστρα γίνεσθαι, αὔξειν δὲ καὶ φθίνειν διὰ τὴν ἀνάγκην. τίς δ' ἂν εἴη ἡ ἀνάγκη, οὐ διώρισεν.

67 A 11. [II 74. 30App.] CIC. Acad. pr. II 37, 118 (D. 119) zwischen Parmenides und Demokrit) L. plenum et inane. CIC. de deor nat. I 24, 66 ista enim flagitia Democriti, sive etiam ante Leucippi, esse corpuscula quaedam levia, alia aspera, rutunda alia, partim autem angulata vel hamata, curvata quaedam et quasi adunca, ex iis effectum esse caelum atque terram nulla cogente natura, sed [II 74. 35] concursu quodam fortuito hanc tu opinionem, C. Vellei, usque ad hanc aetatem perduxisti. Vgl. LACT. de ira 10, 3; inst. div. III 17, 22 und 68 A 80.

67 A 12. AËT. I 3, 15 (D. 285) [II 75. 1App.] Λ. Μιλήσιος ἀρχὰς καὶ στοιχεῖα τὸ πλῆρες καὶ τὸ κενόν. vgl. AËT. I 14, 3; CLEM. Protr. 66 (I 50, 15 St.).

67 A 13. SIMPL. Phys. 925, 10 οἱ δὲ τῆς ἐπ' ἄπειρον τομῆς ἀπεγνωκότες, ὡς οὐ δυναμένων ἡμῶν ἐπ' ἄπειρον τεμεῖν καὶ ἐκ τούτου πιστώσασθαι τὸ ἀκατάληκτον [II 75. 5App.] τῆς τομῆς, ἐξ ἀδιαιρέτων ἔλεγον ὑφεστάναι τὰ σώματα καὶ εἰς ἀδιαίρετα διαιρεῖσθαι. πλὴν ὅτι Λ. μὲν καὶ Δημόκριτος οὐ μόνον τὴν ἀπάθειαν αἰτίαν τοῖς πρώτοις σώμασι τοῦ μὴ διαιρεῖσθαι νομίζουσιν, ἀλλὰ καὶ τὸ σμικρὸν καὶ ἀμερές, Ἐπίκουρος [fr. 268 Us.] δὲ ὕστερον ἀμερῆ μὲν οὐχ ἡγεῖται, ἄτομα δὲ αὐτὰ διὰ τὴν ἀπάθειαν εἶναί φησι. καὶ πολλαχοῦ μὲν τὴν Λευκίππου καὶ Δημοκρίτου δόξαν [II 75. 10App.] ὁ Ἀριστοτέλης διήλεγξεν, καὶ δι' ἐκείνους ἴσως τοὺς ἐλέγχους πρὸς τὸ ἀμερὲς ἐνισταμένους ὁ Ἐπίκουρος ὕστερον μὲν γενόμενος, συμπαθῶν δὲ τῆι Λευκίππου καὶ Δημοκρίτου δόξηι περὶ τῶν πρώτων σωμάτων, ἀπαθῆ μὲν ἐφύλαξεν αὐτά, τὸ δὲ ἀμερὲς αὐτῶν παρείλετο, ὡς διὰ τοῦτο ὑπὸ τοῦ Ἀριστοτέλους ἐλεγχομένων.

67 A 14. SIMPL. Phys. 36, 1 οἱ δὲ περὶ Λεύκιππον καὶ Δημόκριτον τὰ ἐλάχιστα [II 75. 15App.] πρῶτα σώματα ἄτομα καλοῦντες κατὰ τὴν τῶν σχημάτων αὐτῶν καὶ τῆς θέσεως καὶ τῆς τάξεως διαφορὰν τὰ μὲν θερμὰ γίνεσθαι καὶ πύρια τῶν σωμάτων, ὅσα ἐξ ὀξυτέρων καὶ λεπτομερεστέρων καὶ κατὰ ὁμοίαν θέσιν κειμένων σύγκειται τῶν πρώτων σωμάτων, τὰ δὲ ψυχρὰ καὶ ὑδατώδη, ὅσα ἐκ τῶν ἐναντίων, καὶ τὰ μὲν λαμπρὰ καὶ φωτεινά, τὰ δὲ ἀμυδρὰ καὶ σκοτεινά. SIMPL. de caelo 242, 15 οὐδὲ ὡς [II 75. 20] διωρισμένα ἄπειρα τῶι πλήθει δυνατὸν εἶναι τὰ στοιχειώδη σώματα, ὡς οἱ περὶ Λεύκιππον καὶ Δημόκριτον ὑπετίθεντο πρὸ αὐτοῦ γεγονότες καὶ μετ' αὐτὸν Ἐπίκουρος. οὗτοι γὰρ ἔλεγον ἀπείρους εἶναι τῶι πλήθει τὰς ἀρχάς, ἃς καὶ ἀτόμους καὶ ἀδιαιρέτους ἐνόμιζον καὶ ἀπαθεῖς διὰ τὸ ναστὰς εἶναι καὶ ἀμοίρους τοῦ κενοῦ˙ τὴν γὰρ διαίρεσιν κατὰ τὸ κενὸν τὸ ἐν τοῖς σώμασιν ἔλεγον γίνεσθαι, ταύτας δὲ [II 75. 25App.] τὰς ἀτόμους ἐν ἀπείρωι τῶι κενῶι κεχωρισμένας ἀλλήλων καὶ διαφερούσας σχήμασί τε καὶ μεγέθεσι καὶ θέσει καὶ τάξει φέρεσθαι ἐν τῶι κενῶι καὶ ἐπικαταλαμβανούσας ἀλλήλας συγκρούεσθαι καὶ τὰς μὲν ἀποπάλλεσθαι, ὅπηι ἂν τύχωσιν, τὰς δὲ περιπλέκεσθαι ἀλλήλαις κατὰ τὴν τῶν σχημάτων καὶ μεγεθῶν καὶ θέσεων καὶ τάξεων συμμετρίαν καὶ συμμένειν καὶ οὕτως τὴν τῶν συνθέτων γένεσιν ἀποτελεῖσθαι.

67 A 15. AËT. I 18, 3 (D. 316) [II 75. 30] Λ. Δημόκριτος ... Ἐπίκουρος τὰ μὲν ἄτομα ἄπειρα τῶι πλήθει, τὸ δὲ κενὸν ἄπειρον τῶι μεγέθει. ARISTOT. de caelo Γ 4. 303 a 4 οὐδ' ὡς ἕτεροί τινες λέγουσιν, οἷον Λ. τε καὶ Δημ. ὁ Ἀβδηρίτης, εὔλογα τὰ συμβαίνοντα˙ φασὶ γὰρ εἶναι τὰ πρῶτα μεγέθη πλήθει μὲν ἄπειρα, μεγέθει δὲ ἀδιαίρετα, καὶ οὔτ' ἐξ ἑνὸς πολλὰ γίγνεσθαι οὔτε ἐκ πολλῶν ἕν, ἀλλὰ τῆι τούτων συμπλοκῆι [II 75. 35App.] καὶ περιπαλάξει πάντα γεννᾶσθαι. τρόπον γάρ τινα καὶ οὗτοι πάντα τὰ ὄντα ποιοῦσιν ἀριθμοὺς καὶ ἐξ ἀριθμῶν˙ καὶ γὰρ εἰ μὴ σαφῶς δηλοῦσιν, ὅμως τοῦτο βούλονται λέγειν. καὶ πρὸς τούτοις, ἐπεὶ διαφέρει τὰ σώματα σχήμασιν, ἄπειρα [II 76. 1] δὲ τὰ σχήματα, ἄπειρα καὶ τὰ ἁπλᾶ σώματά φασιν εἶναι. ποῖον δὲ καὶ τί ἑκάστου τὸ σχῆμα τῶν στοιχείων, οὐθὲν ἐπιδιώρισαν, ἀλλὰ μόνον τῶι πυρὶ τὴν σφαῖραν ἀπέδωκαν˙ ἀέρα δὲ καὶ ὕδωρ καὶ τἆλλα μεγέθει καὶ μικρότητι διεῖλον, ὡς οὖσαν αὐτῶν τὴν φύσιν οἷον πανσπερμίαν πάντων τῶν στοιχείων.

67 A 16. ARISTOT. de caelo Γ 2. 300 b 8 [II 76. 5] διὸ καὶ Λευκίππωι καὶ Δημοκρίτωι τοῖς λέγουσιν ἀεὶ κινεῖσθαι τὰ πρῶτα σώματα ἐν τῶι κενῶι καὶ τῶι ἀπείρωι, λεκτέον τίνα κίνησιν καὶ τίς ἡ κατὰ φύσιν αὐτῶν κίνησις. SIMPL. z. d. St. 583, 20 ἔλεγον ἀεὶ κινεῖσθαι τὰ πρῶτα κατ' αὐτοὺς σώματα, τουτέστι τὰς ἀτόμους, ἐν τῶι ἀπείρωι κενῶι βίαι.

67 A 17. HERM. Irris. 12 (D. 654) [II 76. 10App.] ταῦτα γάρ τοι πάντα ὁ Λ. λῆρον ἡγούμενος ἀρχὰς εἶναί φησι τὰ ἄπειρα καὶ ἀεικίνητα καὶ ἐλάχιστα˙ καὶ τὰ μὲν λεπτομερῆ ἄνω χωρήσαντα πῦρ καὶ ἀέρα γενέσθαι, τὰ δὲ παχυμερῆ κάτω ὑποστάντα ὕδωρ καὶ γῆν.

67 A 18. ARISTOT. metaph. Λ 6. 1071 b 31 διὸ ἔνιοι ποιοῦσιν ἀεὶ ἐνέργειαν οἷον [II 76. 15App.] Λ. καὶ Πλάτων˙ αἰεὶ γὰρ εἶναί φασι κίνησιν. ἀλλὰ διὰ τί καὶ τίνα, οὐ λέγουσιν οὐδ', εἰ ὡδὶ ἢ ὡδί, τὴν αἰτίαν.

67 A 19. ARISTOT. de caelo A 7. 275 b 29 εἰ δὲ μὴ συνεχὲς τὸ πᾶν, ἀλλ' ὥσπερ λέγει Δημόκριτος καὶ Λ., διωρισμένα τῶι κενῶι, μίαν ἀναγκαῖον εἶναι πάντων τὴν κίνησιν. διώρισται μὲν γὰρ τοῖς σχήμασιν˙ τὴν δὲ φύσιν εἶναί φασιν αὐτῶν μίαν, ὥσπερ [II 76. 20App.] ἂν εἰ χρυσὸς ἕκαστον εἴη κεχωρισμένον. ARISTOT. Phys. Δ 6. 213 a 27 [nach 59 A 68] οἱ δ' ἄνθρωποι βούλονται κενὸν εἶναι διάστημα, ἐν ὧι μηδέν ἐστι σῶμα αἰσθητόν˙ οἰόμενοι δὲ τὸ ὂν ἅπαν εἶναι σῶμα φασίν, ἐν ὧι ὅλον μηδέν ἐστι, τοῦτ' εἶναι κενόν. διὸ τὸ πλῆρες ἀέρος κενὸν εἶναι. οὔκουν τοῦτο δεῖ δεικνύναι, ὅτι ἔστι τι ὁ ἀήρ, ἀλλ' ὅτι οὐκ ἔστι διάστημα ἕτερον τῶν σωμάτων οὔτε χωριστὸν οὔτε [II 76. 25 App.] ἐνεργείαι ὄν, ὃ διαλαμβάνει τὸ πᾶν σῶμα, ὥστ' εἶναι μὴ συνεχές, καθάπερ λέγει Δημόκριτος καὶ Λ. καὶ (213 b) ἕτεροι πολλοὶ τῶν φυσιολόγων, ἢ καὶ εἴ τι ἔξω τοῦ παντὸς σώματός ἐστιν ὄντος συνεχοῦς. οὗτοι μὲν οὖν οὐ κατὰ θύρας πρὸς τὸ πρόβλημα ἀπαντῶσιν, ἀλλ' οἱ φάσκοντες εἶναι [näml. τὸ κενόν] μᾶλλον. λέγουσι δ' ἓν μὲν [1] ὅτι κίνησις ἡ κατὰ τόπον οὐκ ἂν εἴη (αὕτη δ' ἐστὶ φορὰ καὶ αὔξησις) [II 76. 30 App.] ... ἕνα μὲν οὖν τρόπον ἐκ τούτων δεικνύουσιν ὅτι ἔστι τι κενόν. ἄλλον δ' [2] ὅτι φαίνεται ἔνια συνιόντα καὶ πιλούμενα ... ἔτι δὲ [3] καὶ ἡ αὔξησις δοκεῖ πᾶσι γίγνεσθαι διὰ κενοῦ ... μαρτύριον δὲ καὶ [4] τὸ περὶ τῆς τέφρας ποιοῦνται, ἣ δέχεται ἴσον ὕδωρ ὅσον τὸ ἀγγεῖον τὸ κενόν.

67 A 20. SIMPL. Phys. 648, 12 . . . οἱ περὶ Δημόκριτον καὶ Λεύκιππον ἔλεγον, οὐ [II 76. 35] μόνον ἐν τῶι κόσμωι κενὸν εἶναί τι λέγοντες, ἀλλὰ καὶ ἔξω τοῦ κόσμου.

67 A 21. SIMPL. de caelo 202, 16 Λ. δὲ καὶ Δημόκριτος ἀπείρους τῶι πλήθει τοὺς κόσμους ἐν ἀπείρωι τῶι κενῶι καὶ ἐξ ἀπείρων τῶι πλήθει τῶν ἀτόμων συνίστασθαί φησι. Vgl. 12 A 7. G AËT. II 1, 3 [Dox. 327]. Ἀναξίμανδρος, Ἀναξιμένης... Διογένης, Λεύκιππος, Δημόκριτος... ἀπείρους κόσμους ἐν τῷ ἀπείρῳ κατὰ πᾶσαν περιαγωγήν.
SIMPLIC. phys. 1121, 5. οἱ μὲν γὰρ ἀπείρους τῷ πλήθει τοὺς κόσμους ὑποθέμενοι, ὡς οἱ περὶ Ἀναξίμανδρον καὶ Λεύκιππον καὶ Δημόκριτον καὶ ὕστερον οἱ περὶ Ἐπίκουρον γινομένους αὐτοὺς καὶ φθειρομένους ὑπέθεντο ἐπ' ἄπειρον ἄλλων μὲν ἀεὶ γινομένων ἄλλων δὲ φθειρομένων, καὶ τὴν κίνησιν ἀίδιον ἔλεγον˙ ἄνευ γὰρ κινήσεως οὐκ ἔστι γένεσις ἢ φθορά. /

67 A 22. AËT. II 2, 2 (D. 329) Λ. καὶ Δημόκριτος σφαιροειδῆ τὸν κόσμον. AËT. II 3, 2 (D. 330) [II 76. 40] Λ. δὲ καὶ Δημόκριτος καὶ Ἐπίκουρος οὔτ' ἔμψυχον οὔτε προνοίαι διοικεῖσθαι, [II 77. 1App.] φύσει δέ τινι ἀλόγωι, ἐκ τῶν ἀτόμων συνεστῶτα [nämlich τὸν κόσμον]. AËT. II 4, 6 (D. 331) Ἀναξίμανδρος ... Λ. φθαρτὸν τὸν κόσμον.

67 A 23. AËT. II 7, 2 (D. 336) Λ. καὶ Δημόκριτος χιτῶνα κύκλωι καὶ ὑμένα περιτείνουσι τῶι κόσμωι διὰ τῶν ἀγκιστροειδῶν ἀτόμων συμπεπλεγμένον.

67 A 24. AËT. I 4, 1ff. [II 77. 5App.] (D. 289; Usen. Epicur. fr. 308 Auszug aus dem Μέγας διάκοσμος) (1) ὁ τοίνυν κόσμος συνέστη περικεκλασμένωι σχήματι ἐσχηματισμένος τὸν τρόπον τοῦτον˙ τῶν ἀτόμων σωμάτων ἀπρονόητον καὶ τυχαίαν ἐχόντων τὴν κίνησιν συνεχῶς τε καὶ τάχιστα κινουμένων, εἰς τὸ αὐτὸ πολλὰ σώματα συνηθροίσθη [καὶ] διὰ τοῦτο ποικιλίαν ἔχοντα καὶ σχημάτων καὶ μεγεθῶν. (2) ἀθροιζομένων [II 77. 10App.] δ' ἐν ταὐτῶι τούτων τὰ μὲν ὅσα μείζονα ἦν καὶ βαρύτερα πάντως ὑπεκάθιζεν˙ ὅσα δὲ μικρὰ καὶ περιφερῆ καὶ λεῖα καὶ εὐόλισθα, ταῦτα καὶ ἐξεθλίβετο κατὰ τὴν σύνοδον τῶν ἀτόμων εἴς τε τὸ μετέωρον ἀνεφέρετο. ὡς δ' οὖν ἐξέλειπε μὲν ἡ πληκτικὴ δύναμις μετεωρίζουσα οὐκέτι τε ἦγεν ἡ πληγὴ πρὸς τὸ μετέωρον, ἐκωλύετο δὲ ταῦτα κάτω φέρεσθαι, ἐπιέζετο πρὸς τοὺς τόπους τοὺς δυναμένους [II 77. 15App.] δέξασθαι˙ οὗτοι δὲ ἧσαν οἱ πέριξ, καὶ πρὸς τούτοις τὸ πλῆθος τῶν σωμάτων περιεκλᾶτο. περιπλεκόμενά τε ἀλλήλοις κατὰ τὴν περίκλασιν τὸν οὐρανὸν ἐγέννησε. (3) τῆς δ' αὐτῆς ἐχόμεναι φύσεως αἱ ἄτομοι ποικίλαι οὖσαι, καθὼς εἴρηται, πρὸς τὸ μετέωρον ἐξωθούμεναι τὴν τῶν ἀστέρων φύσιν ἀπετέλουν. τὸ δὲ πλῆθος τῶν ἀναθυμιωμένων σωμάτων ἔπληττε τὸν ἀέρα καὶ τοῦτον ἐξέθλιβε. πνευματούμενος [II 77. 20App.] δὲ οὗτος κατὰ τὴν κίνησιν καὶ συμπεριλαμβάνων τὰ ἄστρα συμπεριῆγεν αὐτὰ καὶ τὴν νῦν περιφορὰν αὐτῶν μετέωρον ἐφύλαττε˙ κἄπειτα ἐκ μὲν τῶν ὑποκαθιζόντων ἐγεννήθη ἡ γῆ, ἐκ δὲ τῶν μετεωριζομένων οὐρανός, πῦρ, ἀήρ. (4) πολλῆς δὲ ὕλης ἔτι περιειλημμένης ἐν τῆι γῆι πυκνουμένης τε ταύτης κατὰ τὰς ἀπὸ τῶν πνευμάτων πληγὰς καὶ τὰς ἀπὸ τῶν ἀστέρων αὔρας προσεθλίβετο πᾶς ὁ [II 77. 25] μικρομερὴς σχηματισμὸς ταύτης καὶ τὴν ὑγρὰν φύσιν ἐγέννα˙ ῥευστικῶς δὲ αὕτη διακειμένη κατεφέρετο πρὸς τοὺς κοίλους τόπους καὶ δυναμένους χωρῆσαί τε καὶ στέξαι, ἢ καθ' αὑτὸ τὸ ὕδωρ ὑποστὰν ἐκοίλαινε τοὺς ὑποκειμένους τόπους˙ τὰ μὲν οὖν κυριώτατα μέρη τοῦ κόσμου τὸν τρόπον τοῦτον ἐγεννήθη. EPIC. EP. II 88 [Diog. X 88 ff. p. 37, 7 Us.] κόσμος ἐστὶ περιοχή τις οὐρανοῦ ἄστρα τε καὶ γῆν [II 77. 30 App.] καὶ πάντα τὰ φαινόμενα περιέχουσα, ἀποτομὴν[vgl. A 1; II 70, 29] ἔχουσα ἀπὸ τοῦ ἀπείρου [καὶ καταλήγουσα ἐν πέρατι ἢ ἀραιῶι ἢ πυκνῶι καὶ οὗ λυομένου πάντα τὰ ἐν αὐτῶι σύγχυσιν λήψεται] καὶ λήγουσα ἢ ἐν περιαγομένωι ἢ ἐν στάσιν ἔχοντι καὶ στρογγύλην ἢ τρίγωνον ἢ οἵαν δήποτε περιγραφήν. (89) ὅτι δὲ καὶ τοιοῦτοι κόσμοι εἰσὶν ἄπειροι τὸ πλῆθος, ἔστι καταλαβεῖν, [II 77. 35App.] καὶ ὅτι καὶ ὁ τοιοῦτος δύναται κόσμος γίνεσθαι καὶ ἐν κόσμωι καὶ μετακοσμίωι [II 78. 1 App.] ὃ λέγομεν μεταξὺ κόσμων διάστημα ἐν πολυκένωι τόπωι καὶ οὐκ ἐν μεγάλωι καὶ εἰλικρινεῖ κενῶι, καθάπερ τινές φασιν, ἐπιτηδείων τινῶν σπερμάτων ῥυέντων ἀφ' ἑνὸς κόσμου ἢ μετακοσμίου ἢ καὶ ἀπὸ πλειόνων κατὰ μικρὸν προσθέσεις τε καὶ διαρθρώσεις καὶ μεταστάσεις ποιούντων ἐπ' ἄλλον τόπον ... (90) οὐ [II 78. 5App.] γὰρ ἀθροισμὸν δεῖ μόνον γενέσθαι οὐδὲ δῖνον ἐν ὧι ἐνδέχεται κόσμον γίνεσθαι κενῶι κατὰ τὸ δοξαζόμενον ἐξ ἀνάγκης, αὔξεσθαί τε, ἕως ἂν ἑτέρωι προσκρούσηι, καθάπερ τῶν φυσικῶν καλουμένων φησί τις. τοῦτο γὰρ μαχόμενόν ἐστι τοῖς φαινομένοις.

67 A 25. AËT. III 3, 10 (D. 369) Λ. πυρὸς ἐναποληφθέντος νέφεσι παχυτάτοις [II 78. 10App.] ἔκπτωσιν ἰσχυρὰν βροντὴν ἀποτελεῖν ἀποφαίνεται. Vgl. 68 A 93.

67 A 26. AËT. III 10, 4 (D. 377; περὶ σχήματος γῆς) Λ. τυμπανοειδῆ. Vgl. 68 A 94.

67 A 27. AËT. III 12, 1 (D. 377; περὶ ἐγκλίσεως γῆς) Λ. παρεκπεσεῖν τὴν γῆν εἰς τὰ μεσημβρινὰ μέρη διὰ τὴν ἐν τοῖς μεσημβρινοῖς ἀραιότητα, ἅτε δὴ πεπηγότων τῶν βορείων διὰ τὸ κατεψῦχθαι τοῖς κρυμοῖς, τῶν δὲ ἀντιθέτων πεπυρωμένων. [II 78. 15App.] Vgl. A 1 (II 71, 17) und 68 A 96.

67 A 28. ARISTOT. de anima A 2. 404 a 1 Δημόκριτος μὲν πῦρ τι καὶ θερμόν φησιν αὐτὴν εἶναι [näml. τὴν ψυχήν]˙ ἀπείρων γὰρ ὄντων σχημάτων καὶ ἀτόμων [τὰ σφαιροειδῆ πῦρ καὶ ψυχὴν λέγει οἷον ἐν τῶι ἀέρι τὰ καλούμενα ξύσματα ἃ φαίνεται ἐν ταῖς διὰ τῶν θυρίδων ἀκτῖσιν, ὧν] τὴν μὲν πανσπερμίαν στοιχεῖα λέγει [II 78. 20App.] τῆς ὅλης φύσεως (ὁμοίως δὲ καὶ Λ.)˙ τούτων δὲ τὰ σφαιροειδῆ ψυχήν, διὰ τὸ μάλιστα διὰ παντὸς δύνασθαι διαδύνειν τοὺς τοιούτους ῥυσμοὺς καὶ κινεῖν τὰ λοιπὰ κινούμενα καὶ αὐτά, ὑπολαμβάνοντες τὴν ψυχὴν εἶναι τὸ παρέχον τοῖς ζώιοις τὴν κίνησιν. διὸ καὶ τοῦ ζῆν ὅρον εἶναι τὴν ἀναπνοήν. συνάγοντος γὰρ τοῦ περιέχοντος τὰ σώματα καὶ ἐκθλίβοντος τῶν σχημάτων τὰ παρέχοντα τοῖς [II 78. 25] ζώιοις τὴν κίνησιν διὰ τὸ μηδ' αὐτὰ ἠρεμεῖν μηδέποτε, βοήθειαν γίγνεσθαι θύραθεν ἐπεισιόντων ἄλλων τοιούτων ἐν τῶι ἀναπνεῖν˙ κωλύειν γὰρ αὐτὰ καὶ τὰ ἐνυπάρχοντα ἐν τοῖς ζώιοις ἐκκρίνεσθαι, συνανείργοντα τὸ συνάγον καὶ πηγνύον˙ καὶ ζῆν δέ, ἕως ἂν δύνωνται τοῦτο ποιεῖν. AËT. IV 3, 7 (D. 388) Λ. ἐκ πυρὸς εἶναι τὴν ψυχήν.

67 A 29. AËT. IV 13, 1 (D. 403) [II 78. 30App.] Λ., Δημόκριτος, Ἐπίκουρος κατὰ εἰδώλων εἴσκρισιν οἴονται τὸ ὁρατικὸν συμβαίνειν πάθος. ALEX. de sensu 24, 14 λέγει γὰρ Δημόκριτος τὸ ὁρᾶν εἶναι τὸ τὴν ἔμφασιν τὴν ἀπὸ τῶν ὁρωμένων δέχεσθαι˙ ἔστι δὲ ἔμφασις τὸ ἐμφαινόμενον εἶδος ἐν τῆι κόρηι, ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις τῶν διαφανῶν, ὅσα οἷά τε τὴν ἔμφασιν φυλάττειν ἐν αὑτοῖς. ἡγεῖται δὲ αὐτός τε καὶ [II 78. 35] πρὸ αὐτοῦ Λ. καὶ ὕστερον δὲ οἱ περὶ τὸν Ἐπίκουρον εἴδωλά τινα ἀπορρέοντα ὁμοιόμορφα τοῖς ἀφ' ὧν ἀπορρεῖ (ταῦτα δέ ἐστι τὰ ὁρατά) ἐμπίπτειν τοῖς τῶν [II 79. 1App.] ὁρώντων ὀφθαλμοῖς καὶ οὕτως τὸ ὁρᾶν γίνεσθαι. ALEX. de sensu 56, 12 εἴδωλα γάρ τινα ὁμοιόμορφα ἀπὸ τῶν ὁρωμένων συνεχῶς ἀπορρέοντα καὶ ἐμπίπτοντα τῆι ὄψει τοῦ ὁρᾶν ἠιτιῶντο. τοιοῦτοι δὲ ἦσαν οἵ τε περὶ Λεύκιππον καὶ Δημόκριτον, οἳ καὶ ἐκ τῆς τῶν ἀοράτων διὰ μικρότητα παραθέσεως τὴν τῶν μεταξὺ χρωμάτων φαντασίαν [II 79. 5] ἐποίουν.

67 A 30. AËT. IV 8, 5 (D. 394) Λ., Δημόκριτος τὰς αἰσθήσεις καὶ τὰς νοήσεις ἑτεροιώσεις εἶναι τοῦ σώματος. AËT. IV 8, 10 (D. 395) Λ., Δημόκριτος, Ἐπίκουρος τὴν αἴσθησιν καὶ τὴν νόησιν γίνεσθαι εἰδώλων ἔξωθεν προσιόντων˙ μηδενὶ γὰρ ἐπιβάλλειν μηδετέραν χωρὶς τοῦ προσπίπτοντος εἰδώλου.

67 A 31. AËT. IV 14, 2 (D. 405) [II 79. 10App.] Λ., Δημόκριτος, Ἐπίκουρος τὰς κατοπτρικὰς ἐμφάσεις γίνεσθαι κατ' εἰδώλων ἐνστάσεις, ἅτινα φέρεσθαι μὲν ἀφ' ἡμῶν, συνίστασθαι δὲ ἐπὶ τοῦ κατόπτρου κατ' ἀντεπιστροφήν.

67 A 32. AËT. IV 9, 8 (D. 397) οἱ μὲν ἄλλοι φύσει τὰ αἰσθητά, Λ. δὲ 〈καὶ〉 Δημόκριτος καὶ Διογένης νόμωι, τοῦτο δ' ἐστὶ δόξηι καὶ πάθεσι τοῖς ἡμετέροις. μηδὲν δ' εἶναι [II 79. 15] ἀληθὲς μηδὲ καταληπτὸν ἐκτὸς τῶν πρώτων στοιχείων, ἀτόμων καὶ κενοῦ. ταῦτα γὰρ εἶναι μόνα φύσει, τὰ δ' ἐκ τούτων θέσει καὶ τάξει καὶ σχήματι διαφέροντα ἀλλήλων συμβεβηκότα.

67 A 33. EPIPHAN. adv. haer. III 2, 9 (D. 590) Λ. ὁ Μιλήσιος, κατὰ δέ τινας Ἐλεάτης, καὶ οὗτος ἐριστικός. ἐν ἀπείρωι καὶ οὗτος τὸ πᾶν ἔφη εἶναι, κατὰ φαντασίαν [II 79. 20App.] δὲ καὶ δόκησιν τὰ πάντα γίνεσθαι καὶ μηδὲν κατὰ ἀλήθειαν, ἀλλ' οὕτω φαίνεσθαι κατὰ τὴν ἐν τῶι ὕδατι κώπην.

67 A 34. AËT. V 25, 3 (D. 437; ποτέρου ἐστὶν ὕπνος καὶ θάνατος, ψυχῆς ἢ σώματος;) Λ. ὕπνον σώματος γίνεσθαι ἀποκρίσει τοῦ λεπτομεροῦς πλείονι τῆς εἰσκρίσεως τοῦ ψυχικοῦ θερμοῦ˙ 〈ἧς〉 τὸν πλεονασμὸν αἴτιον θανάτου˙ ταῦτα δὲ εἶναι πάθη [II 79. 25] σώματος, οὐ ψυχῆς. Vgl. A 28.

67 A 35. AËT. V 4, 1 (D. 417; εἰ σῶμα τὸ σπέρμα) Λ. καὶ Ζήνων σῶμα: ψυχῆς γὰρ εἶναι ἀπόσπασμα.

67 A 36. AËT. V 7, 5 a (D. 420; πῶς ἄρρενα γεννᾶται καὶ θήλεα;) Λ. διὰ τὴν παραλλαγὴν τῶν μορίων καθ' ἣν ὁ μὲν καυλόν, ἡ δὲ μήτραν ἔχει: τοσοῦτον γὰρ μόνον [II 79. 30App.] λέγει. Vgl. 68 A 143.

67 A 37. CLEM. Strom. II 129 [II 183, 19 St.] ναὶ μὴν Λύκος ὁ Περιπατητικὸς τὴν ἀληθινὴν χαρὰν τῆς ψυχῆς τέλος ἔλεγεν εἶναι, ὡς Λεύκιμος [?] τὴν ἐπὶ καλοῖς. Vgl. 68 B 207.

Leucippus of Abdêra - B: Extant Original Fragments

(English)

[II 80. 1App.] B. FRAGMENTE
ΛΕΥΚΙΠΠΟΥ ΜΕΓΑΣ ΔΙΑΚΟΣΜΟΣ
Vgl. 68 A 33 (Tetral. III. IV); B 4 b.

67 B 1. ACHILL. Isag. 1, 13 (aus Eudoros) τοὺς ἀστέρας δὲ ζῶια εἶναι [II 80. 5] οὔτε Ἀναξαγόραι [59 A 59] οὔτε Δημοκρίτωι ἐν τῶι Μεγάλωι διακόσμοι δοκεῖ.

67 B 1 a. PAP. HERCUL. 1768 [Coll. alt. vol. VIII] fr. 1 (Crönert Kolotes u. Mened. S. 147):
γ〉ράφων 〈ὅτι
[II 80. 10App.] . . . . . . . . . τὰ〉αὐτὰ πρότε〈ρον
εἴρηται ἐν〉τῶι Με〈γ〉άλω〈ι
διακόσμω〉ι, ὅν φασιν εἶνα〈ι
Λευκίππου.〉κἀπ〈ὶ〉 το〈σ〉οῦτο τὸ
τῶν ἄλλ〉ων 〈ἰ〉διοποιούμενος
ἐλέγχετ' ο〉ὐ μόνον ἐν τῶ〈ι
Μικρῶι δι〉ακόσμωι τιθεί〈ς
ἃ κἀν τῶι〉Με〈γάλωι κεῖται.

Weitere wörtliche Zitate aus dem Μέγας διάκοσμος sind nicht [II 80. 15] erhalten - wohl aber eine Inhaltsangabe, vgl. A 7 II 73, 16ff. -, einzelne Termini wie ἄτομοι, ναστά, μέγα κενόν, ἀποτομή, ῥυσμός, διαθιγή, τροπή, περιπάλαξις, δῖνος, u. a. sind aus den doxographischen Berichten (unter A) nachweisbar. Epikureische Excerpte 67 A 24.

ΠΕΡΙ ΝΟΥ [II 81. 1 App.]
Vgl. 67 A 28ff., 68 A 33; B 5e.

67 B 2. AËT. I 25, 4 (D. 321) Λεύκιππος πάντα κατ' ἀνάγκην, τὴν δ' αὐτὴν ὑπάρχειν εἱμαρμένην. λέγει γὰρ ἐν τῶι Περὶ νοῦ˙
[II 81. 5App.] οὐδὲν χρῆμα μάτην γίνεται, ἀλλὰ πάντα ἐκ λόγου τε καὶ ὑπ' ἀνάγκης.