Cratylus of Athens
Cratylus of Athens - A: Quoted in Ancient Sources
65 [52]. KRATYLOS
65 A 1. PLAT. Cratyl. 429 D Σω. Ἆρα ὅτι ψευδῆ λέγειν τὸ παράπαν οὐκ ἔστιν, ἆρα τοῦτό σοι δύναται ὁ λόγος; ... Κρατ. Πῶς γὰρ ἄν, ὦ Σώκρατες, λέγων γέ τις τοῦτο ὃ λέγει μὴ τὸ ὂν λέγοι; ἢ οὐ τοῦτό ἐστιν τὸ ψευδῆ λέγειν τὸ μὴ τὰ [II 69. 10 App.] ὄντα λέγειν; - Κομψότερος μὲν ὁ λόγος ἢ κατ' ἐμὲ καὶ κατὰ τὴν ἐμὴν ἡλικίαν, ὦ ἑταῖρε. ὅμως μέντοι εἰπέ μοι τοσόνδε˙ πότερον λέγειν μὲν οὐ δοκεῖ σοι εἶναι ψευδῆ, φάναι δέ; - Οὔ μοι δοκεῖ οὐδὲ φάναι. - Οὐδὲ εἰπεῖν οὐδὲ προσειπεῖν; οἷον εἴ τις ἀπαντήσας σοι ἐπὶ ξενίας, λαβόμενος τῆς χειρὸς εἴποι 'χαῖρε, ὦ ξένε Ἀθηναῖε ὑὲ Σμικρίωνος Ἑρμόγενες', οὗτος λέξειεν ἂν ταῦτα ἢ φαίη ἂν ταῦτα [II 69. 15 App.] ἢ εἴποι ἂν ταῦτα ἢ προσείποι ἂν οὕτω σὲ μὲν οὔ, Ἑρμογένη δὲ τόνδε; ἢ οὐδένα; - Ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ἄλλως ἂν οὗτος ταῦτα φθέγξασθαι. 440 D Sokr. zu Krat. ἔτι γὰρ νέος εἶ καὶ ἡλικίαν ἔχεις.
65 A 2. ARISTOT. Rhet. Γ 16. 1417 b 1 καὶ ὡς περὶ Κρατύλου Αἰσχίνης [der Sokratiker, fr. 22 Krauss], ὅτι διασίζων καὶ τοῖν χεροῖν διασείων˙ πιθανὰ γάρ, [II 69. 20 App.] διότι σύμβολα γίνεται ταῦτα ἃ ἴσασιν ἐκείνων ὧν οὐκ ἴσασιν.
65 A 3. ARISTOT. metaph. A 6. 987 a 29 μετὰ δὲ τὰς εἰρημένας φιλοσοφίας [Vorsokratik] ἡ Πλάτωνος ἐπεγένετο πραγματεία τὰ μὲν πολλὰ τούτοις [Pythagoreer] ἀκολουθοῦσα, τὰ δὲ καὶ ἴδια παρὰ τὴν τῶν Ἰταλικῶν ἔχουσα φιλοσοφίαν. ἐκ νέου τε γὰρ συνήθης γενόμενος πρῶτον Κρατύλωι καὶ ταῖς Ἡρακλειτείοις δόξαις, ὡς [II 69. 25] ἁπάντων τῶν αἰσθητῶν ἀεὶ ῥεόντων καὶ ἐπιστήμης περὶ αὐτῶν οὐκ οὔσης, ταῦτα μὲν καὶ ὕστερον οὕτως ὑπέλαβεν˙ Σωκράτους δὲ κτλ. DIOG. III 6 τοὐντεῦθεν δὴ γεγονώς, φασίν, εἴκοσιν ἔτη [Plato] διήκουσε Σωκράτους˙ ἐκείνου δ' ἀπελθόντος προσεῖχε Κρατύλωι τε τῶι Ἡρακλειτείωι καὶ Ἑρμογένει τῶι τὰ Παρμενίδου φιλοσοφοῦντι.
65 A 4. ARISTOT. metaph. Γ 5. 1010 a 7 [II 69. 30] ἔτι δὲ πᾶσαν ὁρῶντες ταύτην κινουμένην τὴν φύσιν, κατὰ δὲ τοῦ μεταβάλλοντος οὐθὲν ἀληθευόμενον, περί γε τὸ πάντηι πάντως μεταβάλλον οὐκ ἐνδέχεσθαι ἀληθεύειν. ἐκ γὰρ ταύτης τῆς ὑπολήψεως ἐξήνθησεν ἡ ἀκροτάτη δόξα τῶν εἰρημένων, ἡ τῶν φασκόντων ἡρακλειτίζειν καὶ οἵαν Κ. εἶχεν, ὃς τὸ τελευταῖον οὐθὲν ὤιετο δεῖν λέγειν, ἀλλὰ τὸν δάκτυλον ἐκίνει [II 69. 35 App.] μόνον, καὶ Ἡρακλείτωι ἐπετίμα εἰπόντι [22 B 91], ὅτι δὶς τῶι αὐτῶι ποταμῶι οὐκ ἔστιν ἐμβῆναι˙ αὐτὸς γὰρ ὤιετο οὐδ' ἅπαξ.
65 A 5. PLAT. Cratyl. 383 A [II 70. 1] Κρατύλος φησὶν ὅδε, ὦ Σώκρατες, ὀνόματος ὀρθότητα εἶναι ἑκάστωι τῶν ὄντων φύσει πεφυκυῖαν καὶ οὐ τοῦτο εἶναι ὄνομα ὃ ἄν τινες ξυνθέμενοι καλεῖν καλῶσι, τῆς αὑτῶν φωνῆς μόριον ἐπιφθεγγόμενοι, ἀλλὰ ὀρθότητά τινα τῶν ὀνομάτων πεφυκέναι καὶ Ἕλλησι καὶ βαρβάροις τὴν αὐτὴν ἅπασιν. [II 70. 5] Vgl. AMMON. d. interpr. 34, 22 Busse.
Cratylus of Athens - B: Extant Original Fragments
(none)