SUBSCRIBER:


past masters commons

Annotation Guide:

cover
The Presocratic Writings
cover
Presocratic Writings - Greek
The Presocratic Writings - Original Greek Texts
Cleidêmus

Cleidêmus

Cleidêmus - A: Quoted in Ancient Sources

62 [49]. KLEIDEMOS
[II 50. 7 App.]
62 A 1. ARISTOT. Meteor. B 9. 370 a 10 εἰσὶ δέ τινες οἳ τὴν ἀστραπήν, ὥσπερ καὶ Κλείδημος, οὐκ εἶναί φασιν ἀλλὰ φαίνεσθαι, παρεικάζοντες ὡς τὸ πάθος ὅμοιον [II 50. 10] ὂν καὶ ὅταν τὴν θάλαττάν τις ῥάβδωι τύπτηι˙ φαίνεται γὰρ τὸ ὕδωρ ἀποστίλβον τῆς νυκτός˙ οὕτως ἐν τῆι νεφέληι ῥαπιζομένου τοῦ ὑγροῦ τὴν φαντασίαν τῆς λαμπρότητος εἶναι τὴν ἀστραπήν. Daraus Senec. N. Q. II 55.

62 A 2. THEOPHR. de sens. 38 (D. 510) zwischen Anaxagoras und Diogenes: Κλ. δὲ μόνος ἰδίως εἴρηκε περὶ τῆς ὄψεως˙ αἰσθάνεσθαι γάρ φησι τοῖς ὀφθαλμοῖς [II 50. 15 App.] μόνον ὅτι διαφανεῖς˙ ταῖς 〈δ'〉 ἀκοαῖς ὅτι ἐμπίπτων ὁ ἀὴρ κινεῖ˙ ταῖς δὲ ῥισὶν ἐφελκομένους τὸν ἀέρα˙ τοῦτον γὰρ ἀναμείγνυσθαι˙ τῆι δὲ γλώσσηι τοὺς χυμοὺς καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν διὰ τὸ σομφὴν εἶναι˙ τῶι δὲ ἄλλωι σώματι παρὰ μὲν ταῦτ' οὐθέν, αὐτῶν δὲ τούτων καὶ τὸ θερμὸν καὶ τὰ ὑγρὰ καὶ τὰ ἐναντία˙ μόνον δὲ τὰς ἀκοὰς αὐτὰς μὲν οὐδὲν κρίνειν, εἰς δὲ τὸν νοῦν διαπέμπειν, οὐχ ὥσπερ [II 50. 20] Ἀναξαγόρας ἀρχὴν ποιεῖ πάντων τὸν νοῦν.

62 A 3. THEOPHR. H. plant. III 1, 4 [nach 59 A 117; 64 A 32] Κλείδημος δὲ συνεστάναι μὲν [näml. τὰ φυτά] ἐκ τῶν αὐτῶν τοῖς ζώιοις, ὅσωι δὲ θολερωτέρων καὶ ψυχροτέρων, τοσοῦτον ἀπέχειν τοῦ ζῶια εἶναι.

62 A 4. THEOPHR. Caus. plant. I 10, 3 τὰ μὲν γὰρ ψυχρὰ τοῦ θέρους τὰ δὲ θερμὰ τοῦ [II 50. 25 App.] χειμῶνος βλαστάνειν, ὥστε ἑκατέραν τὴν φύσιν σύμμετρον εἶναι πρὸς ἑκατέραν τῶν ὡρῶν˙ οὕτω γὰρ οἴεται καὶ Κλ.

62 A 5. THEOPHR. Caus. plant. III 23, 1-2 σπείρειν δὲ κελεύουσιν οἱ μὲν πρὸ Πλειάδος ... οἱ δ' ἅμα Πλειάσι δυομέναις ὥσπερ καὶ Κλ.˙ ἐπιγίνεσθαι γὰρ ὕδατα καὶ πολλὰ τῆι ἑβδόμηι μετὰ τὴν δύσιν ... (2) τοὺς δὲ περὶ τροπὰς σπόρους Κ. φησιν ἐπισφαλεῖς εἶναι˙ [II 50. 30] διερὰν γὰρ οὖσαν καὶ βαρεῖαν τὴν γῆν ἀτμιδώδη γίνεσθαι καὶ ἐοικέναι ἐρίοις κακῶς ἐξαμμένοις˙ ἔτι δ' οὐ δύνασθαι τὰς ἀτμίδας ἕλκειν οὐδὲ διαπέμπειν ἅτε θερμὸν οὐκ ἔχουσαν ἱκανὸν καὶ ἐπαλείφειν ἔλαττον.

62 A 6. THEOPHR. Caus. plant. V 9, 10 ἐξ ὑπερβολῆς δὲ [näml. ὕδατος] καὶ τὸ τραγᾶν τῆς ἀμπέλου ... ὡς ἐπὶ πολὺ δὲ ἐκ τῶν τοιούτων συμβαίνει συκῆι μὲν ψωριᾶν, ἐλάαι δὲ λειχηνιᾶν, [II 50. 35] ἀμπέλωι δὲ ῥεῖν, ὥσπερ καὶ Κ. φησιν˙ λεπτὸς γὰρ ὁ καρπὸς ἄπεπτος ὢν καὶ ῥοώδης.

Cleidêmus - B: Extant Original Fragments

(English)

(none)