Epimenides of Crete
Epimenides of Crete - A: Quoted in Ancient Sources
3[68]. EPIMENIDES
[I 27. 20 App.] A. LEBEN
3 A 1. DIOG. LAERT. I 109 ff. Ἐπιμενίδης, καθά φησι Θεόπομπος [F.Gr.Hist. 115 F 67 II 548] καὶ ἄλλοι συχνοί, πατρὸς μὲν ἦν Φαιστίου, οἱ δὲ Δωσιάδα, οἱ δὲ Ἀγησάρχου. Κρὴς τὸ γένος ἀπὸ Κνωσοῦ, καθέσει τῆς κόμης τὸ εἶδος παραλλάσσων. οὗτός ποτε [I 28. 1] πεμφθεὶς παρὰ τοῦ πατρὸς εἰς ἀγρὸν ἐπὶ πρόβατον, τῆς ὁδοῦ κατὰ μεσημβρίαν ἐκκλίνας ὑπ' ἄντρῳ τινὶ κατεκοιμήθη ἑπτὰ καὶ πεντήκοντα ἔτη. διαναστὰς δὲ μετὰ ταῦτα ἐζήτει τὸ πρόβατον, νομίζων ἐπ' ὀλίγον κεκοιμῆσθαι. ὡς δὲ οὐχ εὕρισκε, παρεγένετο εἰς τὸν ἀγρόν, καὶ μετεσκευασμένα πάντα καταλαβὼν καὶ [I 28. 5 App.] παρ' ἑτέρῳ τὴν κτῆσιν, πάλιν ἧκεν εἰς ἄστυ διαπορούμενος. κἀκεῖ δὲ εἰς τὴν ἑαυτοῦ εἰσιὼν οἰκίαν περιέτυχε τοῖς πυνθανομένοις τίς εἴη, ἕως τὸν νεώτερον ἀδελφὸν εὑρὼν τότε ἤδη γέροντα ὄντα, πᾶσαν ἔμαθε παρ' ἐκείνου τὴν ἀλήθειαν. (110) γνωσθεὶς δὲ παρὰ τοῖς Ἕλλησι θεοφιλέστατος εἶναι ὑπελήφθη. ὅτε καὶ Ἀθηναίοις τότε λοιμῶι κατεχομένοις ἔχρησεν ἡ Πυθία καθῆραι τὴν πόλιν˙ οἱ δὲ [I 28. 10 App.] πέμπουσι ναῦν τε καὶ Νικίαν τὸν Νικηράτου εἰς Κρήτην, καλοῦντες τὸν Ἐπιμενίδην. καὶ ὃς ἐλθὼν ὀλυμπιάδι τεσσαρακοστῆι ἕκτηι [596-593] ἐκάθηρεν αὐτῶν τὴν πόλιν, καὶ ἔπαυσε τὸν λοιμὸν τοῦτον τὸν τρόπον˙ λαβὼν πρόβατα μέλανά τε καὶ λευκά, ἤγαγεν πρὸς τὸν Ἄρειον πάγον, κἀκεῖθεν εἴασεν ἰέναι οἷ βούλοιντο, προστάξας τοῖς ἀκολούθοις, ἔνθα ἂν κατακλινῆι αὐτῶν ἕκαστον, θύειν τῶι προσήκοντι θεῶι˙ [I 28. 15 App.] καὶ οὕτω λῆξαι τὸ κακόν. ὅθεν ἔτι καὶ νῦν ἔστιν εὑρεῖν κατὰ τοὺς δήμους τῶν Ἀθηναίων βωμοὺς ἀνωνύμους, ὑπόμνημα τῆς τότε γενομένης ἐξιλάσεως. οἱ δὲ τὴν αἰτίαν εἰπεῖν τοῦ λοιμοῦ τὸ Κυλώνειον ἄγος σημαίνειν τε τὴν ἀπαλλαγήν˙ καὶ διὰ τοῦτο ἀποθανεῖν δύο νεανίας Κρατῖνον καὶ Κτησίβιον, καὶ λυθῆναι τὴν συμφοράν. (111) Ἀθηναῖοι δὲ τάλαντον ἐψηφίσαντο δοῦναι αὐτῶι καὶ ναῦν τὴν εἰς Κρήτην [I 28. 20 App.] ἀπάξουσαν αὐτόν. ὁ δὲ τὸ μὲν ἀργύριον οὐ προσήκατο˙ φιλίαν δὲ καὶ συμμαχίαν ἐποιήσατο Κνωσίων καὶ Ἀθηναίων.
καὶ ἐπανελθὼν ἐπ' οἴκου μετ' οὐ πολὺ μετήλλαξεν, ὥς φησι Φλέγων ἐν τῶι Περὶ μακροβίων [FGrHist. 257 F 38 II 1191] βιοὺς ἔτη ἑπτὰ καὶ πεντήκοντα καὶ ἑκατόν˙ ὡς δὲ Κρῆτες λέγουσιν, ἑνὸς δέοντα τριακόσια˙ ὡς δὲ Ξενοφάνης ὁ [I 28. 25] Κολοφώνιος [21 B 20] ἀκηκοέναι φησί, τέτταρα πρὸς τοῖς πεντήκοντα καὶ ἑκατόν.
ἐποίησε δὲ Κουρήτων καὶ Κορυβάντων γένεσιν καὶ Θεογονίαν ἔπη πεντακισχίλια, Ἀργοῦς ναυπηγίαν τε καὶ Ἰάσονος εἰς Κόλχους ἀπόπλουν ἔπη ἑξακισχίλια πεντακόσια. (112) συνέγραψε δὲ καὶ καταλογάδην Περὶ θυσιῶν καὶ τῆς ἐν Κρήτηι πολιτείας καὶ περὶ Μίνω καὶ Ῥαδαμάνθυος εἰς ἔπη τετρακισχίλια. ἱδρύσατο [I 28. 30 App.] δὲ καὶ παρ' Ἀθηναίοις τὸ ἱερὸν τῶν Σεμνῶν, ὥς φησιν Λόβων ὁ Ἀργεῖος ἐν τῶι Περὶ ποιητῶν [fr. 16 Crön.]. λέγεται δὲ καὶ πρῶτος οἰκίας καὶ ἀγροὺς καθῆραι καὶ ἱερὰ ἱδρύσασθαι. εἰσὶ δ' οἳ μὴ κοιμηθῆναι αὐτὸν λέγουσιν, ἀλλὰ χρόνον τινὰ ἐκπατῆσαι ἀσχολούμενον περὶ ῥιζοτομίαν. . . (Folgt § 113 Brief an Solon.)
(114) Φησὶ δὲ Δημήτριός τινας ἱστορεῖν ὡς λάβοι παρὰ Νυμφῶν ἔδεσμά τι καὶ [I 28. 35 App.] φυλάττοι ἐν χηλῆι βοός˙ προσφερόμενός τε κατ' ὀλίγον μηδεμιᾷ κενοῦσθαι ἀποκρίσει μηδὲ ὀφθῆναί ποτε ἐσθίων. μέμνηται αὐτοῦ καὶ Τίμαιος ἐν τῇ δευτέρᾳ [fr. 45 FHG I 201].
λέγουσι δέ τινες ὅτι Κρῆτες αὐτῶι θύουσιν ὡς θεῶι˙ φασὶ γὰρ καὶ 〈προ〉γνωστικώτατον γεγονέναι. ἰδόντα γοῦν τὴν Μουνυχίαν παρ' Ἀθηναίοις ἀγνοεῖν [I 29. 1 App.] φάναι αὐτούς, ὅσων κακῶν αἴτιον ἔσται τοῦτο τὸ χωρίον αὐτοῖς, ἐπεὶ κἂν τοῖς ὀδοῦσιν αὐτὸ διαφορῆσαι [B 10]. ταῦτα ἔλεγεν τοσούτοις πρότερον χρόνοις. λέγεται δὲ ὡς καὶ πρῶτος αὑτὸν Αἰακὸν λέγοι καὶ Λακεδαιμονίοις προείποι τὴν ὑπὸ Ἀρκάδων ἅλωσιν, προσποιηθῆναί τε πολλάκις ἀναβεβιωκέναι. (115) Θεόπομπος [I 29. 5 App.] δ' ἐν τοῖς Θαυμασίοις [FGrHist. 115 F 69 II 549] κατασκευάζοντος αὐτοῦ τὸ τῶν Νυμφῶν ἱερόν, ῥαγῆναι φωνὴν ἐξ οὐρανοῦ˙ ' Ἐπιμενίδη, μὴ Νυμφῶν, ἀλλὰ Διός'. Κρησί τε προειπεῖν τὴν Λακεδαιμονίων ἧτταν ὑπὸ Ἀρκάδων, καθάπερ προείρηται (§ 114). καὶ δὴ καὶ ἐλήφθησαν πρὸς Ὀρχομενῶι. γηρᾶσαι δὲ ἐν τοσαύταις ἡμέραις αὐτὸν ὅσαπερ ἔτη κατεκοιμήθη˙ καὶ γὰρ τοῦτό φησι Θεόπομπος. Μυρωνιανὸς δὲ [I 29. 10 App.] ἐν Ὁμοίοις [fr. 1 FHG IV 454] φησὶν ὅτι Κούρητα αὐτὸν ἐκάλουν Κρῆτες˙ καὶ τὸ σῶμα αὐτοῦ φυλάττουσι Λακεδαιμόνιοι παρ' ἑαυτοῖς κατά τι λόγιον, ὥς φησι Σωσίβιος ὁ Λάκων [fr. 17 FHG II 628].
γεγόνασι δὲ καὶ Ἐπιμενίδαι ἄλλοι δύο ὅ τε γενεαλόγος καὶ τρίτος ὁ Δωρίδι γεγραφὼς Περὶ Ῥόδου. - Zu § 109 vgl. APOLLON. HIST. mir. 1; PLIN. N. H. [I 29. 15 App.] VII 175.
3 A 2. SUID. Ἐπιμενίδης Φαίστου ἢ Δωσιάδου ἢ Ἀγησάρχου υἱός καὶ μητρὸς Βλάστας, Κρὴς ἀπὸ Κνωσσοῦ ἐποποιός. (οὗ λόγος ὡς ἐξίοι ἡ ψυχὴ ὁπόσον ἤθελε καιρόν καὶ πάλιν εἰσήιει ἐν τῶι σώματι˙ τελευτήσαντος δὲ αὐτοῦ πόρρω χρόνων τὸ δέρμα εὑρῆσθαι γράμμασι κατάστικτον.) γέγονε δὲ ἐπὶ τῆς λ̅ ὀλυμπιάδος [660-657], [I 29. 20 App.] ὡς προτερεύειν καὶ τῶν ζ̅ κληθέντων σοφῶν ἢ καὶ ἐπ' αὐτῶν γενέσθαι. ἐκάθηρε γοῦν τὰς Ἀθήνας τοῦ Κυλωνείου ἄγους κατὰ τὴν μ̅δ̅ ὀλυμπιάδα [604-601] γηραιὸς ὤν. ἔγραψε δὲ πολλὰ ἐπικῶς καὶ καταλογάδην μυστήριά τινα καὶ καθαρμοὺς καὶ ἄλλα αἰνιγματώδη.
πρὸς τοῦτον γράφει Σόλων ὁ νομοθέτης μεμφόμενος τῆς πόλεως κάθαρσιν [I 29. 25 App.] [aus Diog. I 64].
οὗτος ἔζησεν ρ̅ν̅ (?) ἔτη, τὰ δὲ Ϙ̅ ἐκαθεύδησεν.
καὶ παροιμία 'τὸ Ἐπιμενίδειον δέρμα'˙ ἐπὶ τῶν ἀποθέτων.
3 A 3. STRAB. X 479 ἐκ δὲ τῆς Φαιστοῦ τὸν τοὺς καθαρμοὺς ποιήσαντα διὰ τῶν ἐπῶν Ἐπιμενίδην φασὶν εἶναι.
3 A 4. ARIST. Ἀθ. πολ. 1 ...[I 29. 30 App.] Μύρωνος, καθ' ἱερῶν ὀμόσαντες ἀριστίνδην. καταγνωσθέντος δὲ τοῦ ἄγους αὐτοὶ [Alkmaeoniden] μὲν ἐκ τῶν τάφων ἐξεβλήθησαν, τὸ δὲ γένος αὐτῶν ἔφυγεν ἀειφυγίαν. Ἐ. δ' ὁ Κρὴς ἐπὶ τούτοις ἐκάθηρε τὴν [I 30. 1] πόλιν. PLUT. Sol. 12. ἐν δὲ τῶι τότε χρόνωι τῆς στάσεως ἀκμὴν λαβούσης μάλιστα καὶ τοῦ δήμου διαστάντος ἤδη δόξαν ἔχων ὁ Σόλων παρῆλθεν εἰς τὸ μέσον ἅμα τοῖς ἀρίστοις τῶν Ἀθηναίων καὶ δεόμενος καὶ διδάσκων ἔπεισε τοὺς ἐναγεῖς λεγομένους δίκην ὑποσχεῖν καὶ κριθῆναι τριακοσίων ἀριστίνδην δικαζόντων. Μύρωνος [I 30. 5] δὲ τοῦ Φλυέως κατηγοροῦντος ἑάλωσαν οἱ ἄνδρες καὶ μετέστησαν οἱ ζῶντες, τῶν δ' ἀποθανόντων τοὺς νεκροὺς ἀνορύξαντες ἐξέρριψαν ὑπὲρ τοὺς ὅρους. ταύταις δὲ ταῖς ταραχαῖς καὶ Μεγαρέων συνεπιθεμένων ἀπέβαλόν τε Νίσαιαν οἱ Ἀθηναῖοι καὶ Σαλαμῖνος ἐξέπεσον αὖθις. καὶ φόβοι τινὲς ἐκ δεισιδαιμονίας ἅμα καὶ φάσματα κατεῖχε τὴν πόλιν, οἵ τε μάντεις ἄγη καὶ μιασμοὺς δεομένους καθαρμῶν [I 30. 10 App.] προφαίνεσθαι διὰ τῶν ἱερῶν ἠγόρευον. οὕτω δὴ μετάπεμπτος αὐτοῖς ἧκεν ἐκ Κρήτης Ἐ. ὁ Φαίστιος, ὃν ἕβδομον ἐν τοῖς σοφοῖς καταριθμοῦσιν ἔνιοι τῶν οὐ προσιεμένων τὸν Περίανδρον. ἐδόκει δέ τις εἶναι θεοφιλὴς καὶ σοφὸς περὶ τὰ θεῖα, τὴν ἐνθουσιαστικὴν καὶ τελεστικὴν σοφίαν. διὸ καὶ παῖδα νύμφης ὄνομα Βάλτης καὶ Κούρητα νέον αὐτὸν οἱ τότε ἄνθρωποι προσηγόρευον. ἐλθὼν δὲ καὶ τῶι Σόλωνι [I 30. 15 App.] χρησάμενος φίλωι πολλὰ προσυπειργάσατο καὶ προωδοποίησεν αὐτῶι τῆς νομοθεσίας. καὶ γὰρ εὐσταλεῖς ἐποίησε ταῖς ἱερουργίαις καὶ περὶ τὰ πένθη πραοτέρους, θυσίας τινὰς εὐθὺς ἀναμίξας πρὸς τὰ κήδη καὶ τὸ σκληρὸν ἀφελὼν καὶ τὸ βαρβαρικόν, ὧι συνείχοντο πρότερον αἱ πλεῖσται γυναῖκες. [Folgt B 10.] Ἐ. μὲν οὖν μάλιστα θαυμασθεὶς καὶ χρήματα διδόντων πολλὰ καὶ τιμὰς μεγάλας τῶν [I 30. 20 App.] Ἀθηναίων οὐδὲν ἢ θαλλὸν ἀπὸ τῆς ἱερᾶς ἐλαίας αἰτησάμενος καὶ λαβὼν ἀπῆλθεν. Über den Zusammenhang mit Kreta s. THEOPHR. b. Porhp. de abst. II 21 [31 B 128].
3 A 5. PLATO legg. I 642 D [der Kreter Kleinias spricht zu dem athenischen Fremdling] τῆιδε γὰρ ἴσως ἀκήκοας, ὡς Ἐ. γέγονεν ἀνὴρ θεῖος, ὃς ἦν ἡμῖν οἰκεῖος, [I 30. 25 App.] ἐλθὼν δὲ πρὸ τῶν Περσικῶν δέκα ἔτεσιν πρότερον παρ' ὑμᾶς κατὰ τὴν τοῦ θεοῦ μαντείαν θυσίας τε ἐθύσατό τινας, ἃς ὁ θεὸς ἀνεῖλεν, καὶ δὴ καὶ φοβουμένων τὸν Περσικὸν Ἀθηναίων στόλον εἶπεν, ὅτι δέκα μὲν ἐτῶν οὐχ ἥξουσιν, ὅταν δὲ ἔλθωσιν, ἀπαλλαγήσονται πράξαντες οὐδὲν ὧν ἤλπιζον παθόντες τε ἢ δράσαντες πλείω κακά. τότ' οὖν ἐξενώθησαν ὑμῖν οἱ πρόγονοι ἡμῶν. Vgl. III 677 D. [nach Erwähnung [I 30. 30 App.] von Daidalos, Orpheus, Palamedes, Marsyas, Olympos, Amphion] ἆρ' ἴστ', ὦ Κλεινία, τὸν φίλον ὅτι παρέλιπες τὸν ἀτεχνῶς χθὲς γενόμενον; - μῶν φράζεις Ἐπιμενίδην; - ναὶ τοῦτον˙ πολὺ γὰρ ὑμῖν ὑπερεπήδησε τῶι μηχανήματι τοὺς ξύμπαντας, ὦ φίλε, ὃ λόγωι μὲν Ἡσίοδος ἐμαντεύετο πάλαι τῶι δ' ἔργωι ἐκεῖνος [Epim.] ἀπετέλεσεν. PLUT. sap.conv. p. 157 D. [I 30. 35] Σόλωνος δὲ ξένον Ἐπιμενίδην νόμος τις ἀπέχεσθαι τῶν ἄλλων σιτίων κελεύει, τῆς δ' ἀλίμου δυνάμεως, ἣν αὐτὸς συντίθησι μικρὸν εἰς τὸ στόμα λαμβάνοντα διημερεύειν ἀνάριστον καὶ ἄδειπνον . . . ὁ δὲ Σόλων ἔφη θαυμάζειν τὸν Ἄρδαλον, εἰ τὸν νόμον οὐκ ἀνέγνωκε τῆς διαίτης τοῦ ἀνδρὸς [Epim.] ἐν τοῖς ἔπεσι τοῖς Ἡσιόδου γεγραμμένον˙ 'ἐκεῖνος γάρ ἐστιν ὁ πρῶτος Ἐπιμενίδηι [I 30. 40 App.] σπέρματα τῆς τροφῆς ταύτης παρασχὼν καὶ ζητεῖν [ὁ] διδάξας 'ὅσον ἐν μαλάχηι [I 31. 1 App.] τε καὶ ἀσφοδέλωι μέγ' ὄνειαρ' [Opp. 41]' ˙ 'οἴει γάρ', ὁ Περίανδρος εἶπε, 'τὸν Ἡσίοδον ἐννοῆσαί τι τοιοῦτον, οὐκ ἐπαινέτην ὄντα φειδοῦς ἀεί, καὶ πρὸς τὰ λιτότατα τῶν ὄψων ὡς ἥδιστα παρακαλεῖν ἡμᾶς; ἀγαθὴ μὲν γὰρ ἡ μαλάχη βρωθῆναι, γλυκὺς δ' ὁ ἀνθέρικος˙ τὰ δ' ἄλιμα ταῦτα καὶ ἄδιψα φάρμακα [I 31. 5] μᾶλλον ἢ σιτία πυνθάνομαι καὶ μέλι καὶ τυρόν τινα βαρβαρικὸν δέχεσθαι . . . Vgl. I 28, 34.
3 A 6. THEOPHR. hist. pl. VII 12, 1 ἐδώδιμοι ... καὶ ἡ τοῦ ἀσφοδέλου ῥίζα καὶ ἡ τῆς σκίλλης πλὴν οὐ πάσης, ἀλλὰ τῆς Ἐπιμενιδείου καλουμένης, ἣ ἀπὸ τῆς χρήσεως ἔχει τὴν προσηγορίαν. Vgl. charact. 16, 13 ἱερείας καλέσας σκίλληι ἢ [I 31. 10] σκύλακι κελεῦσαι αὑτὸν περικαθᾶραι.
3 A 6 a. APUL. apol. 27 qui providentiam mundi curiosius vestigant et impensius deos celebrant eos vero vulgo magos nominent, quasi facere etiam sciant quae sciant fieri, ut olim fuere E. et Orpheus et Pythagoras et Ostanes ac dein similiter suspectata Empedocli catharmoe, Socrati daemonion, [I 31. 15 App.] Platonis τὸ ἀγαθόν.
3 A 7. CLEM. protr. 2, 26 [I 19, 25 St.] [aus Poseidonios Περὶ θεῶν] Ἐ. ὁ παλαιὸς Ὕβρεως καὶ Ἀναιδείας Ἀθήνησιν ἀναστήσας βωμούς. Aus derselben Quelle Cic. de leg. II 11, 28. Vgl. I 28, 16. 29f.
3 A 8. PAUS. I 14, 4 πρὸ τοῦ ναοῦ τοῦδε [Eleusinion in Athen] ἔνθα καὶ τοῦ [I 31. 20] Τριπτολέμου τὸ ἄγαλμα, ἔστι βοῦς χαλκοῦς οἷα ἐς θυσίαν ἀγόμενος. πεποίηται δὲ καθήμενος Ἐ. Κνώσιος, ὃν ἐλθόντα εἰς ἀγρὸν κοιμᾶσθαι λέγουσιν ἐσελθόντα ἐς σπήλαιον. ὁ δὲ ὕπνος οὐ πρότερον ἀνῆκεν αὐτὸν πρὶν ἤ οἱ τεσσαρακοστὸν ἔτος γενέσθαι καθεύδοντι. καὶ ὕστερον ἔπη τε ἐποίει καὶ πόλεις ἐκάθηρεν ἄλλας τε καὶ τὴν Ἀθηναίων. Attischer Heros: Serv. Georg. I 19 uncique puer monstrator [I 31. 25 App.] aratri ... vel Epimenides, qui postea Buzyges dictus est secundum Aristotelem [fr. 386 Rose]. HES. Βουζύγης: ἥρως Ἀττικὸς ὁ πρῶτος βοῦς ὑπ' ἄροτρον ζεύξας˙ ἐκαλεῖτο δὲ Ἐπιμενίδης.
Epimenides of Crete - B: Extant Original Fragments
ΕΠΙΜΕΝΙΔΟΥ ΘΕΟΓΟΝΙΑ ἢ ΧΡΗΣΜΟΙ. ΚΡΗΤΙΚΑ
3 B 1. PAUL. ad Tit. 1, 12. [I 31. 30] εἶπέν τις ἐξ αὐτῶν [Kreter], ἴδιος αὐτῶν προφήτης˙ [I 32. 1 App.]
Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.
CLEM. Str. I 59 (II 37, 21 St.) τὸν δὲ ἕβδομον [Weisen] οἱ μὲν Περίανδρον εἶναι λέγουσιν τὸν Κορίνθιον οἱ δὲ Ἀνάχαρσιν τὸν Σκύθην οἱ δὲ Ἐπιμενίδην τὸν Κρῆτα [ὃν Ἑλληνικὸν οἶδε προφήτην], οὖ μέμνηται [I 32. 5] ὁ ἀπόστολος Παῦλος ἐν τῆι πρὸς Τίτον ἐπιστολῆι [folgt Zitat]. Aus dessen Quelle HIERON. comm. in ep. ad Tit. VII 606 Migne dicitur autem iste versiculus in Epimenidis Cretensis poetae Oraculis reperiri ... denique ipse liber Oraculorum titulo praenotatur. Vgl. ep. 70, [I 666 M.], wo er zufügt: cuius heroici hemistichium postea Callimachus [I 32. 10 App.] usurpavit [h. 1, 8 Κρῆτες ἀεὶ ψεῦσται˙ καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο˙ σὺ δ' οὐ θάνες˙ ἐσσὶ γὰρ αἰεί]. MAXIM. TYR. c. 38 (p. 439, 14 Hobein = c. 22 p. 224 Dav.) ἦλθεν Ἀθήναζε καὶ ἄλλος Κρὴς ἀνὴρ ὄνομα Ἐ.˙ οὐδὲ οὗτος ἔσχεν εἰπεῖν αὑτῶι διδάσκαλον ἀλλ' ἦν μὲν δεινὸς τὰ θεῖα, ὥστε τὴν Ἀθηναίων πόλιν κακουμένην [I 32. 15 App.] λοιμῶι καὶ στάσει διεσώσατο ἐκθυσάμενος˙ δεινὸς δὲ ἦν ταῦτα οὐ μαθών, ἀλλ' ὕπνον αὑτῶι διηγεῖτο μακρὸν καὶ ὄνειρον διδάσκαλον. c. 10 (p. 110, 13 H. = c. 28 p. 286 Dav.) ἀφίκετό ποτε Ἀθήναζε ἀνὴρ Κρὴς ὄνομα Ἐ. κομίζων λόγον οὑτωσὶ ῥηθέντα πιστεύεσθαι χαλεπόν˙ 〈μέσης γὰρ〉 ἡμέρας ἐν Δικταίου Διὸς τῶι ἄντρωι κείμενος [I 32. 20 App.] ὕπνωι βαθεῖ ἔτη συχνὰ ὄναρ ἔφη ἐντυχεῖν αὐτὸς θεοῖς καὶ θεῶν λόγοις καὶ Ἀληθείαι καὶ Δίκηι.
3 B 2 [5 Kern de Orph. cett. theog. p. 64] AEL. n. anim. XII 7 καὶ μέντοι καὶ τὸν Νεμεαῖον λέοντα τῆς σελήνης ἐκπεσεῖν φασι. λέγει γοῦν καὶ τὰ Ἐπιμενίδου ἔπη˙
[I 33. 1 App.] καὶ γὰρ ἐγὼ γένος εἰμὶ Σελήνης ἠυκόμοιο,
ἣ δεινὸν φρίξασ' ἀπεσείσατο θῆρα λέοντα˙
ἐν Νεμέαι δ' ἄγχουσ' αὐτὸν διὰ πότνιαν Ἥραν
<θείη ἲς ἐδάμασσε βίης Ἡρακληείης>.
[I 33. 5 App.] [S. 59 A 77]. HERODOROS b.Tatian. 28 πῶς οὐκ ἠλίθιον πιθέσθαι τοῖς Ἡροδώρου βιβλίοις περὶ τοῦ καθ' Ἡρακλέα λόγου, γῆν ἄνω κηρύττουσιν [n. τὴν σελήνην] κατεληλυθέναι τε ἀπ' αὐτῆς λέοντα τὸν ὑφ' Ἡρακλέους φονευθέντα;
3 B 3. ARIST. pol. A 2. 1252 b 13. ἡ μὲν οὖν εἰς πᾶσαν ἡμέραν συνεστηκυῖα [I 33. 10 App.] κοινωνία κατὰ φύσιν οἶκός ἐστιν, οὓς ὁ μὲν Χαρώνδας καλεῖ ὁμοσιπύους, Ἐ. δὲ ὁ Κρὴς ὁμοκάπνους.
3 B 4. ARIST. rhet. Γ 17. 1418 a 21 τὸ δὲ δημηγορεῖν χαλεπώτερον τοῦ δικάζεσθαι, εἰκότως, διότι περὶ τὸ μέλλον˙ ἐκεῖνο δὲ περὶ τὸ γεγονός, ὃ ἐπιστητὸν ἤδη καὶ τοῖς μάντεσιν, ὡς ἔφη Ἐ. ὁ Κρής˙ ἐκεῖνος [?] [I 33. 15] γὰρ περὶ τῶν ἐσομένων οὐκ ἐμαντεύετο, ἀλλὰ περὶ τῶν γεγονότων, ἀδήλων δέ.
3 B 5 [1 K.]. DAMASC. 124 I 320, 17 R. [Eudem fr. 117] τὸν δὲ Ἐπιμενίδην δύο πρώτας ἀρχὰς ὑποθέσθαι Ἀέρα καὶ Νύκτα . . ., ἐξ ὧν γεννηθῆναι Τάρταρον, οἶμαι τὴν τρίτην ἀρχήν, ὥς τινα μικτὴν ἐκ [I 34. 1 App.] τῶν δυεῖν συγκραθεῖσαν, ἐξ ὧν δύο Τιτᾶνας (τὴν νοητὴν μεσότητα οὕτω καλέσαντα, διότι ἐπ' ἄμφω 'διατείνει' τό τε ἄκρον καὶ τὸ πέρας), ὧν μιχθέντων ἀλλήλοις ὠιὸν γενέσθαι . . ., ἐξ οὗ πάλιν ἄλλην γενεὰν προελθεῖν. PHILOD. de piet. 47a, 2 p. 19 ἐν δὲ τοῖς εἰς Ἐπιμενίδην [I 34. 5 App.] [näml. ἀναφερομένοις ἔπεσιν] ἐξ Ἀέρος καὶ Νυκτὸς τὰ πάντα συστῆναι 〈ὥσπερ καὶ〉 Ὅμηρος 〈ἀποφαί〉νετ' Ὠκεανὸν ἐκ Τηθύος τοὺς θεοὺς γεννᾶν 〈λέγων〉˙ ' Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν' [Ξ 201], 〈ἕτερός〉 τις δὲ Κρόνον τε καὶ Ῥέαν, οἱ δὲ 〈Δία καὶ〉 Ἥραν πατέρα καὶ μητέρα θεῶν νομίζουσιν.
3 B 6 [3 K.]. PAUS. VIII 18, 2 [I 34. 10 App.] Ἐ. δὲ ὁ Κρὴς εἶναι μὲν καὶ οὗτος θυγατέρα Ὠκεανοῦ τὴν Στύγα ἐποίησε, συνοικεῖν δὲ αὐτὴν οὐ Πάλλαντι, ἀλλὰ ἐκ Πείραντος Ἔχιδναν τεκεῖν, ὅστις δὴ ὁ Πείρας ἐστί.
3 B 7 [7 b K.]. PHILOD. de piet. 46 b 7 p. 18 G. τὰς Ἁρπ<υίας θεὰς> οὔσας ὑπ<ὸ τῶν Βορέου παί>δων ... 18 Ἐπι>μενίδη<ς γὰρ Ὠκε>ανοῦ [I 34. 15 App.] καὶ Γ<ῆς γεννήμα>τ' εἶναι, π<ερὶ δὲ Ῥή>γιον (?) αὐ<τὰς φονευθῆ>ναί (?) φ<ησιν>.
3 B 8 [4 K.]. PHILOD. de piet. 61 b 1 p. 46 G. 〈ἐπιθέσθαι Τυφῶνα εἰρή〉κα〈σι τῆι βασιλείαι〉 Διός, 〈ὡς Αἰσχύλος〉 ἐν Προ〈μηθεῖ (V. 351ff.) καὶ Ἀ〉κουσίλα〈ος [9 B 7] καὶ Ἐπι〉μενίδ〈ης καὶ ἄλλοι〉 πολλοί. 〈παρ' Ἐπι〉μενίδηι [I 34. 20 App.] 〈δ' ἀναβὰς〉 Τυφὼν 〈καθεύδον〉τος Διὸς 〈ἐπὶ τὸ βα〉σίλειον, ἐ〈πικρα〉τήσ〈ας δὲ τῶν πυλῶν〉 καθι〈κέσθαι μὲν ἔσω〉, παρα〈βοηθήσας δὲ〉 ὁ Ζεὺς 〈καὶ τὸ βασίλει〉ον ἰδὼ〈ν ληφθὲν κτεῖ〉ναι λέγ〈εται κεραυνῶι〉.
3 B 9 [7 a K.]. PHILOD. de piet. 92, 24 p. 43 G. καὶ τὰς Ἁρπυίας τὰ μῆ〈λα [I 34. 25] φ>
υλάττειν Ἀκο〈υσίλ〉αος [9 B 5], Ἐ. δὲ καὶ τοῦτο καὶ τὰς αὐτὰς εἶναι ταῖς Ἑσπερίσιν.
3 B 10. PLUT. Sol. 12 [über Epimenides, nach A 4 I 30, 20] τὸ δὲ μέγιστον, ἱλασμοῖς τισι καὶ καθαρμοῖς καὶ ἱδρύσεσι κατοργιάσας καὶ καθοσιώσας τὴν πόλιν ὑπήκοον τοῦ δικαίου καὶ μᾶλλον εὐπειθῆ [I 34. 30] πρὸς ὁμόνοιαν κατέστησε. λέγεται δὲ τὴν Μουνιχίαν ἰδὼν καὶ καταμαθὼν πολὺν χρόνον εἰπεῖν πρὸς τοὺς παρόντας, ὡς τυφλόν ἐστι τοῦ μέλλοντος ἅνθρωπος˙ ἐκφαγεῖν γὰρ ἂν Ἀθηναίους τοῖς αὑτῶν ὀδοῦσιν, εἰ προήιδεσαν ὅσα τὴν πόλιν ἀνιάσει τὸ χωρίον. [s. I 28, 39ff.].
3 B 11. PLUT. def. or. 1 p. 409 E [I 34. 35] ἀετούς τινας ἢ κύκνους ... μυθολογοῦσιν ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους εἰς ταὐτο [I 35. 1 App.] συμπεσεῖν Πυθοῖ περὶ τὸν καλούμενον ὀμφαλόν˙ ὕστερον δὲ χρόνωι τὸν Φαίστιον Ἐπιμενίδην ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ λαβόντα χρησμὸν ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν˙
οὔτε γὰρ ἦν γαίης μέσος ὀμφαλὸς οὔτε θαλάσσης˙
[I 35. 5] εἰ δέ τις ἔστι, θεοῖς δῆλος, θνητοῖσι δ' ἄφαντος.
3 B 12 [5 Müller FHG IV 405]. SCHOL. APOLL. RHOD. II 1122 τούτους [Söhne des Phrixos] δὲ Ἡρόδωρός [FGrHist. 31 F 39 I 223] φησιν ἐκ Χαλκιόπης τῆς Αἰήτου θυγατρός, Ἀκουσίλαος [9 B 25] δὲ καὶ Ἡσίοδος ἐν ταῖς Μεγάλαις Ἠοίαις [fr. 152 Rz2] φασὶν ἐξ Ἰοφώσσης [I 35. 10 App.] τῆς Αἰήτου. καὶ οὗτος [APOLL. II 1155 f.] μέν φησιν αὐτοὺς τέσσαρας˙ Ἄργον, Φρόντιν, Μέλανα, Κυτίσωρον. Ἐ. δὲ πέμπτον προστίθησι Πρέσβωνα.
3 B 13 [4 M.]. SCHOL. APOLL. RHOD. III 242 Ἐ. δέ φησι Κορίνθιον τῶι γένει τὸν Αἰήτην, μητέρα δὲ αὐτοῦ Ἐφύραν φησί.
3 B 14 [8 K., 3 M.]. [I 35. 15] SCHOL. APOLL. RHOD. IV 57 Ἐ. δὲ αὐτὸν [Endymion] παρὰ θεοῖς διατρίβοντα ἐρασθῆναί φησι τῆς Ἥρας˙ διόπερ Διὸς χαλεπήναντος αἰτήσασθαι διὰ παντὸς καθεύδειν.
3 B 15 [6 M.]. SCHOL. EURIP. Phoen. 13 Ἐ. Εὐρύκλειαν τὴν Ἔκφαντός φησιν αὐτὸν [Laios] γεγαμηκέναι, ἐξ ἧς εἶναι τὸν [I 35. 20] Οἰδίποδα.
3 B 16 [7 M., 6 K.]. SCHOL. EURIP. Rhes. 36 Ἐ. δὲ Καλλιστοῦς καὶ Διὸς παῖδας γεγενῆσθαι Πᾶνα καὶ Ἀρκάδα διδύμους. SCHOL. THEOCR. AMBR. I 3 p. 28 W. Ἐ. δὲ ἐν τοῖς ποιήμασιν Διὸς καὶ Καλλιστοῦς Πᾶνα καὶ Ἀρκάδα διδύμους.
3 B 17 [2 M.]. SCHOL. PIND. Ol. 127 [I 35. 25 App.] Namen der 13 von Oinomaos erschlagenen Freier: τούτωι τῶι ἀριθμῶι τῶν ἀπολομένων μνηστήρων καὶ Ἡσίοδος [fr. 147 Rz.] καὶ Ἐ. συμμαρτυρεῖ.
3 B 18 [1 M.]. SCHOL. PIND. Ol. VII 24 Ἡρόφιλος δὲ Ποσειδῶνος καὶ Ἀφροδίτης τὴν Ῥόδον εἶναί φησιν, Ἐ. δὲ αὐτὴν Ὠκεανοῦ γενεαλογεῖ, ἀφ' [I 35. 30] ἧς τὴν πόλιν ὠνομάσθαι.
3 B 19 [2 K.]. SCHOL. SOPHOCL. Oed. Col. 42. [I 36. 1 App.] Ἐ. Κρόνου φησὶ τὰς Εὐμενίδας˙
ἐκ τοῦ καλλίκομος γένετο χρυσῆ Ἀφροδίτη
Μοῖραί τ' ἀθάνατοι καὶ Ἐρινύες αἰολόδωροι.
[I 36. 5 App.] ΚΡΗΤΙΚΑ
3 B 20. DIODOR. V 80 ἐπεὶ δὲ τῶν τὰ Κρητικὰ γεγραφότων οἱ πλεῖστοι διαφωνοῦσι πρὸς ἀλλήλους, οὐ χρὴ θαυμάζειν, ἐὰν μὴ πᾶσιν ὁμολογούμενα λέγωμεν˙ τοῖς γὰρ τὰ πιθανώτερα λέγουσι καὶ μάλιστα πιστευομένοις ἐπηκολουθήσαμεν, ἃ μὲν Ἐπιμενίδηι τῶι θεολόγωι [I 36. 10 App.] προσσχόντες, ἃ δὲ Δωσιάδηι καὶ Σωσικράτει καὶ Λαοσθενίδαι [Vgl. VII 66-77].
3 B 21. ARAT. 163. 164
Αἲξ ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπισχεῖν˙
Ὠλενίην δέ μιν Αἶγα Διὸς καλέουσ' ὑποφῆται.
3 B 22. ARAT. 30 [I 36. 15 App.]
εἰ ἐτεὸν δή,
Κρήτηθεν κεῖναί γε [Kynosura, Helike] Διὸς μεγάλου ἰότητι
οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα
δίκτωι ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο
ἄντρωι ἐγκατέθεντο καὶ ἔτρεφον, εἰς ἐνιαυτὸν
[I 36. 20] Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύδοντο.
3 B 23. SCHOL. ARAT. 46 [349, 23 M.] [I 37. 1] φέρεται δὲ περὶ τοῦ Δράκοντος Κρητικὸς μῦθος, ὡς ἄρα ἐπιόντος ποτὲ τοῦ Κρόνου ὁ Ζεὺς εὐλαβηθεὶς ἑαυτὸν μὲν εἰς δράκοντα μετεμόρφωσε, τὰς δὲ τροφοὺς εἰς ἄρκτους καὶ ἀπατήσας τὸν πατέρα μετὰ τὸ προλαβεῖν τὴν βασιλείαν [I 37. 5 App.] τὸ συμβὰν ἑαυτῶι τε καὶ ταῖς τροφοῖς τῶι ἀρκτικῶι ἐνεστήριξε κύκλωι.
3 B 24. [ERATOSTH.] catast. 27 Αἰγοκέρως. οὗτός ἐστι τῶι εἴδει ὅμοιος τῶι Αἰγίπανι˙ ἐξ ἐκείνου γὰρ γέγονεν˙ ἔχει δὲ θηρίου τὰ κάτω μέρη καὶ κέρατα ἐπὶ τῆι κεφαλῆι˙ ἐτιμήθη δὲ διὰ τὸ σύντροφος [I 37. 10 App.] εἶναι τῶι Διί, καθάπερ Ἐ. ὁ τὰ Κρητικὰ ἱστορῶν φησιν, ὅτι ἐν τῆι Ἴδηι συνῆν αὐτῶι, ὅτε ἐπὶ τοὺς Τιτᾶνας ἐστράτευσεν˙ οὗτος δὲ δοκεῖ εὑρεῖν τὸν κόχλον, ἐν ὧι τοὺς συμμάχους καθώπλισε, διὰ τὸ τοῦ ἤχου Πανικὸν καλούμενον, ὃ οἱ Τιτᾶνες ἔφυγον. παραλαβὼν δὲ τὴν ἀρχὴν [Zeus] ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκε καὶ τὴν Αἶγα τὴν μητέρα. [I 37. 15 App.] διὰ δὲ 〈τὸ〉 τὸν κόχλον 〈εὑρεῖν〉 ἐν τῆι θαλάσσηι παράσημον ἔχει ἰχθύος 〈οὐράν〉. Vgl. 2 B 8. DIODOR. XII 70.
3 B 25. [ERATOSTH.] catast. 5 (Marc.) p. 5, 21 Olivieri (περὶ τοῦ Στεφάνου) οὗτος λέγεται ὁ τῆς Ἀριάδνης ... ὅ τε τὰ Κρητικὰ γεγραφὼς λέγει, 〈ὅτι〉 ὅτε ἦλθε Διόνυσος πρὸς Μίνω φθεῖραι βουλόμενος αὐτήν, δῶρον [I 37. 20 App.] αὐτῆι τοῦτον δέδωκεν, ὧι ἠπατήθη ἡ Ἀριάδνη. Ἡφαίστου δὲ ἔργον εἶναί φασιν ἐκ χρυσοῦ πυρώδους καὶ λίθων Ἰνδικῶν . . . ἐν δὲ τοῖς ἄστροις ὕστερον αὐτὸν τεθηκέναι. Vgl. DIODOR. VI 4 [ TERT. de coron. 7].
SPÄTGEFÄLSCHTES
3 B 26. LAUR. LYD. de mens. IV 17 οἱ δὲ περὶ Ἐπιμενίδην ἄρρενα καὶ θήλειαν [I 37. 25] ἐμύθευσαν τοὺς Διοσκόρους, τὸν μὲν αἰῶνα ὥσπερ μονάδα, τὴν δὲ φύσιν ὡς δυάδα καλέσαντες˙ἐκ γὰρ μονάδος καὶ δυάδος ὁ πᾶς ζωογονικὸς καὶ ψυχογονικὸς ἐξεβλάστησεν ἀριθμός. Vgl. 7 B 14.