SUBSCRIBER:


past masters commons

Annotation Guide:

cover
The Presocratic Writings
cover
Presocratic Writings - Greek
The Presocratic Writings - Original Greek Texts
Menestôr of Sybaris

Menestôr of Sybaris

Menestôr of Sybaris - A: Quoted in Ancient Sources

32 [22]. MENESTOR
[I 375. 12 App.]
32 A 1. IAMBL. V. P. 267 p. 190, 11 N. [58 A] Συβαρῖται Μέτωπος, Ἵππασος, Πρόξενος, Εὐάνωρ, Λεάναξ, Μενέστωρ κτλ.

32 A 2. THEOPHR. H. pl. I 2, 3 [I 375. 15] τὸ μὲν οὖν ὑγρὸν φανερόν, ὃ δὴ καλοῦσί τινες ἁπλῶς ἐν ἅπασιν ὀπόν, ὥσπερ καὶ Μ., οἱ δὲ ἐν τοῖς ἄλλοις μὲν ἀνωνύμως, ἐν δέ τισιν ὀπὸν καὶ ἐν ἄλλοις δάκρυον.

32 A 3. THEOPHR. H. pl. V 9, 6 πυρεῖα δὲ γίνεται μὲν ἐκ πολλῶν, ἄριστα δέ, ὥς φησι Μ., ἐκ κιττοῦ˙ τάχιστα γὰρ καὶ πλεῖστον ἀναπνεῖ.

32 A 3 a. THEOPHR. H. pl. V 3, 4 [I 375. 20 App.] θερμὸν δὲ καὶ κιττὸς καὶ δάφνη καὶ ὅλως ἐξ ὧν τὰ πυρεῖα γίνεται. Μ. δέ φησιν καὶ συκάμινον.

32 A 4. THEOPHR. de caus. pl. I 17, 3 ἡ μὲν οὖν τῆς συκαμίνου [näml. αὔξησις] διὰ τοῦτο πρώϊος. ὡς δὲ Μ. φησίν, ἡ μὲν βλάστησις αὐτῆς ὀψία διὰ τὴν ψυχρότητα τοῦ τόπου, ἡ δὲ πέψις ταχεῖα διὰ τὴν ἀσθένειαν.

32 A 5. THEOPHR. de caus. pl. I 21, 5 [I 375. 25 App.] μία μὲν οὖν αἰτία λέγεται τῶν θερμῶν καὶ ψυχρῶν ἡ εἰς τὸ κάρπιμον ἀνάγουσα καὶ ἄκαρπον, ὡς τῶν μὲν θερμῶν καρπίμων ὄντων 〈τῶν δὲ ψυχρῶν ἀκάρπων〉, καθάπερ καὶ ἐπὶ τῶν ζώιων τῶν γονίμων καὶ ἀγόνων καὶ τῶν ζωιοτόκων καὶ ὠιοτόκων. ἑτέρα δ' ἡ κατὰ τὰς χώρας, οἷον 〈θερμὰς ἢ〉 ψυχράς˙ τὰ γὰρ ἐναντία ἐν ταῖς ἐναντίαις δύνασθαι διαμένειν, τὰ μὲν θερμὰ ἐν [I 375. 30] ταῖς ψυχραῖς, τὰ δὲ ψυχρὰ ἐν ταῖς θερμαῖς. οὕτω γὰρ εὐθὺς καὶ τὴν φύσιν γεννᾶν ὡς ὑπὸ μὲν τοῦ ὁμοίου φθειρομένων διὰ τὴν ὑπερβολήν, ὑπὸ δὲ τοῦ ἐναντίου σωιζομένων οἷον εὐκρασίας τινὸς γινομένης˙ ὥσπερ καὶ Ἐμπεδοκλῆς [31 A 73] λέγει περὶ τῶν ζώιων˙ τὰ γὰρ ὑπέρπυρα τὴν φύσιν ἄγειν εἰς τὸ ὑγρόν. (6) συνηκολούθηκε δὲ ταύτηι τῆι δόξηι καὶ Μ. οὐ μόνον ἐπὶ τῶν ζώιων, ἀλλὰ καὶ ἐπὶ τῶν φυτῶν. [I 375. 35] θερμότατα γὰρ εἶναί φησι τὰ μάλιστα ἔνυγρα οἷον σχοῖνον, κάλαμον, κύπειρον˙ [I 376. 1] δι' ὃ καὶ ὑπὸ τῶν χειμώνων, οὐκ ἐκπήγνυσθαι˙ καὶ τῶν ἄλλων ὅσα μάλιστα ἐν τοῖς ψυχροῖς δύνασθαι διαμένειν, οἷον ἐλάτην, πεύκην, κέδρον, ἄρκευθον, κιττόν. ἐπὶ τούτου γὰρ οὐδὲ τὴν χιόνα τῆι θερμότητι ἐπιμένειν. ἔτι δὲ σκολιὸν εἶναι διὰ τὴν ἐντεριώνην θερμὴν οὖσαν καὶ διαστρέφειν. (7) τρίτην δ' αἰτίαν λέγει τοῦ [I 376. 5 App.] πρωϊβλαστῆ καὶ πρωΐκαρπα εἶναι˙ φύσει γὰρ καὶ ὁ ὀπὸς αὐτοῖς ὢν θερμὸς καὶ βλαστάνειν πρωῒ ποιεῖ καὶ πέττειν τοὺς καρπούς. σημεῖον δὲ ποιεῖ καὶ τούτου τὸν κιττὸν καὶ ἕτερ' ἄττα. τετάρτη δὲ ἡ τῶν ἀειφύλλων˙ διὰ γὰρ θερμότητα καὶ ταῦτα οἴεται διατηρεῖν, τὰ δὲ ἐνδείαι τούτου φυλλοβολεῖν. προσεπιλέγει δὲ τοῖς εἰρημένοις καὶ τὰ τοιαῦτα σημειούμενος, ὅτι τὰ πυρεῖα ἄριστα καὶ κάλλιστα [I 376. 10 App.] ἐκπυροῦται τὰ ἐκ τῶν ἐνύδρων ὡς τὰ ἔγγιστα τοῦ πυρὸς ὄντα τάχιστα ἐκπυρούμενα.

32 A 6. THEOPHR. de caus. pl. II 4, 3 ἡ δὲ πίειρα [näml. γῆ] πάμπαν οὐδενὶ ξυμφέρει φυτῶι˙ ξηραίνει γὰρ μᾶλλον τοῦ δέοντος, ὥσπερ καὶ Μ. φησί. τοιαύτην δ' εἶναι τὴν πλυντρίδα, χρῶμα δ' ὑπόλευκον. Vgl. a. O. II 4, 5.

32 A 7. THEOPHR. de caus. pl. VI 3, 5 καὶ ἔτι δὲ κατὰ τὸ μᾶλλον καὶ ἧττον αἱ διαφοραί [I 376. 15 App.] [näml. τῶν χυμῶν]. διὸ καὶ οἱ ὁμογενεῖς πλείους οἷον αὐστηροί, λιπαροί, πικροί, γλυκεῖς. ὅθεν καὶ οἱ παλαιοὶ τῶν φυσιολόγων ἀπείρους ἐτίθεντο τοὺς χυμούς, ὥσπερ καὶ Μενέστωρ˙ ὁποία γὰρ ἄν τις ἡ μίξις καὶ ἡ σῆψις γένηται τοῦ ὑγροῦ ἐμφύτου, τοιοῦτον εἶναι καὶ τὸν χυμόν.

Menestôr of Sybaris - B: Extant Original Fragments

(English)

(none)