Iccus
Iccus - A: Quoted in Ancient Sources
25 [15]. IKKOS [I 216. 10]
25 A 1. PLAT. Protag. 316 D ἐγὼ δὲ τὴν σοφιστικὴν τέχνην φημὶ μὲν εἶναι παλαιάν, τοὺς δὲ μεταχειριζομένους αὐτὴν τῶν παλαιῶν ἀνδρῶν φοβουμένους τὸ ἐπαχθὲς αὐτῆς πρόσχημα ποιεῖσθαι καὶ προκαλύπτεσθαι, τοὺς μὲν ποίησιν οἷον Ὅμηρόν τε καὶ Ἡσίοδον καὶ Σιμωνίδην, τοὺς δὲ αὖ τελετάς τε καὶ χρησμωιδίας τοὺς ἀμφί [I 216. 15] τε Ὀρφέα καὶ Μουσαῖον, ἐνίους δέ τινας ἤισθημαι καὶ γυμναστικὴν οἷον Ἴκκος τε ὁ Ταραντῖνος καὶ ὁ νῦν ἔτι ὢν οὐδενὸς ἥττων σοφιστὴς Ἡρόδικος ὁ Σηλυμβριανός.
25 A 2. PLAT. de legg. VIII 839. 840 ἆρ' οὖν οὐκ ἴσμεν τὸν Ταραντῖνον Ἴκκον ἀκοῆι διὰ τὸν Ὀλυμπίασί τε ἀγῶνα καὶ τοὺς ἄλλους, ὡς διὰ φιλονικίαν καὶ τέχνην καὶ τὸ μετὰ τοῦ σωφρονεῖν ἀνδρεῖον ἐν τῆι ψυχῆι κεκτημένος, ὡς λόγος, οὔτε τινὸς [I 216. 20] πώποτε γυναικὸς ἥψατο οὐδ' αὖ παιδὸς ἐν ὅληι τῆι τῆς ἀσκήσεως ἀκμῆι; PAUS. VI 10, 5. Ἴ. δὲ ὁ Νικολαΐδα Ταραντῖνος τόν τε Ὀλυμπικὸν στέφανον ἔσχεν ἐπὶ πεντάθλωι καὶ ὕστερον γυμναστὴς ἄριστος λέγεται τῶν ἐφ' αὑτοῦ γενέσθαι.[I 217. 1 App.] STEPH. BYZ. s. v. Τάρας˙ Ἴ. ὁ Ταραντῖνος ἰατρὸς ἐπὶ τῆς ο̅ζ̅ [?] ὀλυμπιάδος˙ μέμνηται τούτου καὶ Πλάτων ἐν Πρωταγόραι. EUSTATH. zu Hom. p. 610, 28 [aus Steph. und d. Parömiencorpus] Ἴ. ὅπερ ἐστὶ κύριον ὄνομα σοφοῦ ἰατροῦ Ῥηγίνου ἐξ οὗ παροιμία "τὸ δεῖπνον Ἴκκου" διὰ τὸ εὐτελὲς τῆς ἐκείνου ζωῆς. Z. Dionys. Per. 376. ὅθεν [I 217. 5] Ἴ. ἦν ὁ Ταραντῖνος ἰατρός, ὃς ἐπὶ βίου εὐτελείαι εἰς παροιμίαν κεῖται τὴν λέγουσαν " Ἴκκου δεῖπνον" ἐπὶ τῶν ἀπερίττως δειπνούντων.
25 A 3. IAMBL. v. Pyth. 267 in der Liste der Pythagoreer unter den Ταραντῖνοι steht Ἴκκος.
Iccus - B: Extant Original Fragments
(none)