SUBSCRIBER:


past masters commons

Annotation Guide:

cover
The Presocratic Writings
cover
Presocratic Writings - Greek
The Presocratic Writings - Original Greek Texts
Epicharmus of Syracuse

Epicharmus of Syracuse

Epicharmus of Syracuse - A: Quoted in Ancient Sources

23[13]. EPICHARMOS
A. LEBEN UND SCHRIFTEN
23 A 1. SUID. [I 190. 30 App.] Ἐπίχαρμος Τιτύρου ἢ Χιμάρου καὶ Σηκίδος Συρακούσιος ἢ ἐκ πόλεως Κραστοῦ τῶν Σικανῶν. ὃς εὗρε τὴν κωμωιδίαν ἐν Συρακούσαις ἅμα Φόρμωι. ἐδίδαξε δὲ δράματα ν̅β̅, ὡς δὲ Λύκων [S. cap. 57] φησί, λ̅ε̅. τινὲς δὲ αὐτὸν [I 191. 1 App.] Κῶιον ἀνέγραψαν τῶν μετὰ Κάδμου εἰς Σικελίαν μετοικησάντων, ἄλλοι Σάμιον, ἄλλοι Μεγάρων τῶν ἐν Σικελίαι. ἦν δὲ πρὸ τῶν Περσικῶν [480] ἔτη ἓξ διδάσκων ἐν Συρακούσαις.

23 A 2. ARIST. Poet. 5. 1449b 5 G τίς δὲ πρόσωπα ἀπέδωκεν ἢ προλόγους ἢ πλήθη ὑποκριτῶν καὶ ὅσα τοιαῦτα, ἠγνόηται. / τὸ δὲ μύθους ποιεῖν [näml. ἀπέδωκεν] Ἐ. καὶ Φόρμις˙ [I 191. 5 App.] τὸ μὲν ἐξ ἀρχῆς ἐκ Σικελίας ἦλθε . . . ARIST. Poet. 3. 1448a 31 τῆς μὲν γὰρ κωμωιδίας οἱ Μεγαρεῖς οἵ τε ἐνταῦθα ὡς ἐπὶ τῆς παρ' αὐτοῖς δημοκρατίας γενομένης καὶ οἱ ἐκ Σικελίας [näml. ἀντιποιοῦνται]˙ ἐκεῖθεν γὰρ ἦν Ἐπίχαρμος ὁ ποιητής, πολλῶι πρότερος ὢν Χιωνίδου καὶ Μάγνητος.

23 A 3. DIOG. VIII 78 Ἐπίχαρμος Ἡλοθαλοῦς Κῶιος. καὶ οὗτος ἤκουσε Πυθαγόρου. [I 191. 10 App.] τριμηνιαῖος δ' ὑπάρχων ἀπηνέχθη τῆς Σικελίας εἰς Μέγαρα, ἐντεῦθεν δ' εἰς Συρακούσας, ὥς φησι καὶ αὐτὸς ἐν τοῖς συγγράμμασιν. καὶ αὐτῶι ἐπὶ τοῦ ἀνδριάντος ἐπιγέγραπται τόδε˙
εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων
καὶ πόντος ποταμῶν μείζον' ἔχει δύναμιν,
[I 191. 15 App.] φαμὶ τοσοῦτον ἐγὼ σοφίαι προέχειν Ἐπίχαρμον,
ὃν πατρὶς ἐστεφάνωσ' ἅδε Συρακοσίων.

οὗτος ὑπομνήματα καταλέλοιπεν ἐν οἷς φυσιολογεῖ, γνωμολογεῖ, ἰατρολογεῖ. καὶ παραστιχίδια γε ἐν τοῖς πλείστοις τῶν ὑπομνημάτων πεποίηκεν, οἷς διασαφεῖ ὅτι ἑαυτοῦ ἐστι τὰ συγγράμματα. βιοὺς δ' ἔτη ἐνενήκοντα κατέστρεψεν.

23 A 3a. DIOMED. Gr. p. 489 K. (p. 58, 170 Kaib.) [I 191. 20] sunt qui velint Epicharmum in Co insula exulantem primum hoc carmen frequentasse et sic a Coo comoediam dici.

23 A 4. IAMBL. V. P. 266 τῶν δὲ ἔξωθεν ἀκροατῶν γενέσθαι καὶ Ἐπίχαρμον, ἀλλ' οὐκ ἐκ τοῦ συστήματος τῶν ἀνδρῶν. ἀφικόμενον δὲ εἰς Συρακούσας διὰ τὴν Ἱέρωνος [I 191. 25 App.] τυραννίδα τοῦ μὲν φανερῶς φιλοσοφεῖν ἀποσχέσθαι, εἰς μέτρον δ' ἐντεῖναι τὰς διανοίας τῶν ἀνδρῶν, μετὰ παιδιᾶς κρύφα ἐκφέροντα τὰ Πυθαγόρου δόγματα. IAMBL. V. P. 166. περὶ τῶν φυσικῶν ὅσοι τινὰ μνείαν πεποίηνται, πρῶτον Ἐμπεδοκλέα καὶ Παρμενίδην τὸν Ἐλεάτην προφερόμενοι τυγχάνουσιν, οἵ τε γνωμολογῆσαί τι τῶν κατὰ τὸν βίον βουλόμενοι τὰς Ἐπιχάρμου διανοίας προφέρονται, καὶ σχεδὸν πάντες [I 191. 30] αὐτὰς οἱ φιλόσοφοι κατέχουσι.

23 A 5. MARM. PAR. ep. 71 ἀφ' οὗ Ἱέρων Συρακουσσῶν ἐτυράννευσεν ἔτη ΗΗΓΙΙΙ ἄρχοντος Ἀθήνησι Χάρητος [472/1]. ἦν δὲ καὶ Ἐπίχαρμος ὁ ποιητὴς κατὰ τοῦτον. Vgl. 21 A 8 I 114, 28. ANOM. de com. II 4 S. 7, 16 Kaibel 〈 Ἐ. Συρακόσιος〉. οὗτος πρῶτος τὴν κωμωιδίαν διερριμμένην ἀνεκτήσατο πολλὰ προσφιλοτεχνήσας. [I 191. 35] χρόνοις δὲ γέγονε κατὰ τὴν ο̅γ̅ ὀλυμπιάδα [488-5], τῆι δὲ ποιήσει γνωμικὸς καὶ εὑρετικὸς καὶ φιλότεχνος. σώιζεται δὲ αὐτοῦ δράματα μ̅, ὧν ἀντιλέγονται δ̅.

23 A 6. PLAT. Theaet. 152 DE [I 192. 1 App.] ἔστι μὲν γὰρ οὐδέποτ' οὐδέν, ἀεὶ δὲ γίγνεται. καὶ περὶ τούτου πάντες ἐξ ἴσου οἱ σοφοὶ πλὴν Παρμενίδου συμφερέσθων, Πρωταγόρας τε καὶ Ἡράκλειτος καὶ Ἐμπεδοκλῆς καὶ τῶν ποιητῶν οἱ ἄκροι τῆς ποιήσεως ἑκατέρας, κωμωιδίας μὲν Ἐπίχαρμος, τραγωιδίας δὲ Ὅμηρος. [I 192. 5 App.] Vgl. dazu 22 B 126b; 23 B 2. ALEXIS Linos bei ATH. IV 164 C. [II 345 K.] Auswall beliebter Bücher: Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγωιδίαι, Χοιρίλος, Ὅμηρος 〈ἔστ'〉 Ἐπίχαρμος, γράμματα παντοδαπά.

23 A 6a. THEOCR. Ep. 18 Wil. (auf die Bildsäule des E. im Theater zu Syrakus)
ἅ τε φωνὰ Δώριος χὡνὴρ ὁ τὰν κωμωιδίαν
[I 192. 10 App.] εὑρὼν Ἐπίχαρμος˙
ὦ Βάκχε χάλκεόν νιν ἀντ' ἀλαθινοῦ
τὶν ὧδ' ἀνέθηκαν
τοὶ Συρακούσσαις ἐνίδρυνται, πελωρίσται πόλει,
οἷ' ἀνδρὶ πολίται
[I 192. 15 App.] σοφῶν ἔοικε (?) ῥημάτων μεμναμένους
τελεῖν ἐπίχειρα.
πολλὰ γὰρ ποττὰν ζόαν τοῖς παισὶν εἶπε χρήσιμα˙
μεγάλα χάρις αὐτῶι.

23 A 6b. PLIN. N. H. VII 192 Aristoteles [Peplos; fr. 501 Rose] X et VIII [I 192. 20] [sc. litteras] priscas fuisse . . . et duas ab Epicharmo additas ΘΧ quam a Palamede mavolt.

23 A 6 c. DIOG. I 42 Ἱππόβοτος δ' ἐν τῆι τῶν φιλοσόφων Ἀναγραφῆι: Ὀρφέα, Λίνον, Σόλωνα, Περίανδρον, Ἀνάχαρσιν, Κλεόβουλον, Μύσωνα, Θαλῆν, Βίαντα, Πιττακόν, Ἐπίχαρμον, Πυθαγόραν (7 Weise; vgl. c. 10, 1).

23 A 7. PORPHYR. V. Plot. 24 [I 192. 25 App.] (Apollodoros aus Athen) G μιμησάμενος δ' Ἀπολλόδωρον τὸν Ἀθηναῖον καὶ Ἀνδρόνικον τὸν Περιπατητικόν, ὧν ὁ μὲν / Ἐπίχαρμον τὸν κωμωιδιογράφον εἰς δέκα τόμους φέρων συνήγαγεν, G ὁ δὲ τὰ Ἀριστοτέλους καὶ Θεοφράστου εἰς πραγματείας διεῖλε τὰς οἰκείας ὑποθέσεις εἰς ταὐτὸν συναγαγών. / SUID. u. Διονύσιος υἱὸς τοῦ Σικελίας τυράννου καὶ αὐτὸς τύραννος καὶ φιλόσοφος. Ἐπιστολὰς καὶ Περὶ τῶν ποιημάτων Ἐπιχάρμου.

23 A 8. IAMBL. V. P. 241 Μητρόδωρός τε ὁ Θύρσου 〈ἀδελφὸς ἐκ τῆς〉 τοῦ πατρὸς [I 192. 30 App.] Ἐπιχάρμου καὶ τῆς ἐκείνου [Pythagoras] διδασκαλίας τὰ πλείονα πρὸς τὴν ἰατρικὴν μετενέγκας ἐξηγούμενος τοὺς τοῦ πατρὸς λόγους πρὸς τὸν ἀδελφόν φησι τὸν Ἐπίχαρμον καὶ πρὸ τούτου τὸν Πυθαγόραν τῶν διαλέκτων ἀρίστην λαμβάνειν τὴν Δωρίδα κτλ. Metrodorus Buch ist nach der Zeit des Arixostenos gefalscht. S. c. 14, 9 (I 105, 6)

23 A 9. COLUMELL. I 1[I 192. 35] Siculi quoque non mediocri cura negotium istud [d. h. die Landwirtschaft] prosecuti sunt Hieron et Epicharmus. STAT. Silv. V 3, 150 quantumque pios ditarit agrestes Ascraeus Siculusque senex Vgl. PLIN. N. H. ind. I 20-27.

23 A 10. ATHEN. XIV 648 D [I 193. 1 App.] τὴν μὲν ἡμίναν οἱ τὰ εἰς Ἐπίχαρμον ἀναφερόμενα ποιήματα πεποιηκότες οἴδασι, κἀν τῶι Χίρωνι ἐπιγραφομένωι οὕτω λέγεται "καὶ . . . δύο" [B 58]. τὰ δὲ Ψευδεπιχάρμεια ταῦτα ὅτι πεποιήκασιν ἄνδρες ἔνδοξοι Χρυσόγονός τε ὁ αὐλητής, ὥς φησιν Ἀριστόξενος ἐν ὀγδόωι Πολιτικῶν νόμων [I 193. 5 App.] [fr. 80 FHG II 289], τὴν Πολιτείαν ἐπιγραφομένην˙ Φιλόχορος δ' ἐν τοῖς Περὶ μαντικῆς [fr. 193 I 416] Ἀξιόπιστον τὸν εἴτε Λοκρὸν γένος ἢ Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιηκέναι φησίν. ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλόδωρος [FGrHist. 244 F 226 II 1108].

Epicharmus of Syracuse - B: Extant Original Fragments

(English)

ΕΚ ΤΩΝ ΑΛΚΙΜΟΥ ΠΡΟΣ ΑΜΥΝΤΑΝ ᾹΒ̅Γ̅Δ̅ [I 195. 1 App.]
Echtheit nicht ganz sicher, besonders bei 3. 6. 7.
23 B 1- 6. DIOG. III 9-17 (9) πολλὰ δὲ καὶ παρ' Ἐπιχάρμου τοῦ κωμωιδιοποιοῦ προσωφέληται [Platon] τὰ πλεῖστα μεταγράψας, καθά φησιν Ἄλκιμος ἐν Τοῖς [I 195. 5 App.] πρὸς Ἀμύνταν, ἅ ἐστι τέτταρα, ἔνθα καὶ ἐν τῶι πρώτωι [fr. 7 FHG IV 297] φησὶ ταῦτα˙ "φαίνεται δὲ καὶ Πλάτων πολλὰ τῶν Ἐπιχάρμου λέγων˙ σκεπτέον δέ. ὁ Πλάτων φησὶν αἰσθητὸν μὲν εἶναι τὸ μηδέποτε ἐν τῶι ποιῶι μηδὲ ποσῶι διαμένον, ἀλλ' ἀεὶ ῥέον καὶ μεταβάλλον˙ (10) ὡς ἐξ ὧν ἄν τις ἀνέληι τὸν ἀριθμόν, τούτων οὔτε ἴσων οὔτε τινῶν οὔτε ποσῶν οὔτε ποιῶν ὄντων - ταῦτα δ' ἐστὶν ὧν ἀεὶ γένεσις, [I 195. 10 App.] οὐσία δὲ μηδέποτε πέφυκε. νοητὸν δὲ ἐξ οὗ μηθὲν ἀπογίνεται μηδὲ προσγίνεται. τοῦτο δ' ἐστὶν ἡ τῶν ἀιδίων φύσις, ἣν ὁμοίαν τε καὶ τὴν αὐτὴν ἀεὶ συμβέβηκεν εἶναι. καὶ μὴν ὅ γε Ἐ. περὶ τῶν αἰσθητῶν καὶ νοητῶν ἐναργῶς εἴρηκεν˙

1 [170a K.]
- ἀλλ' ἀεί τοι θεοὶ παρῆσαν χὐπέλιπον οὐ πώποκα,
[I 195. 15 App.] τάδε δ' ἀεὶ πάρεσθ' ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί.
- ἀλλὰ λέγεται μὰν Χάος πρᾶτον γενέσθαι τῶν θεῶν.
- πῶς δέ κα; μὴ ἔχον γ' ἀπό τινος μηδ' ἐς ὅ τι πρᾶτον μόλοι.
- οὐκ ἄρ' ἔμολε πρᾶτον οὐθέν; - οὐδὲ μὰ Δία δεύτερον
τῶνδέ γ' ὧν ἁμὲς νῦν ὧδε λέγομες, ἀλλ' ἀεὶ τάδ' ἦς.

[I 195. 20] καί˙

[I 196. 1 App.] 2 [170b] - 〈αἰ〉 πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῆις πὸτ ἄρτιον,
(11) ποτθέμειν λῆι ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν,
ἦ δοκεῖ κά τοί γ' 〈ἔθ'〉 ωὑτὸς εἶμεν; - οὐκ ἐμίν γά κα.
- οὐδὲ μὰν οὐδ' αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν
[I 196. 5 App.] λῆι τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθ' ἐόντος ἀποταμεῖν,
ἔτι χ' ὑπάρχοι κῆνο τὸ μέτρον; - οὐ γάρ. - ὧδε νῦν ὅρη
καὶ τὸς ἀνθρώπως˙ ὁ μὲν γὰρ αὔξεθ', ὁ δέ γα μὰν φθίνει,
ἐν μεταλλαγᾶι δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον.
ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκ' ἐν ταὐτῶι μένει,
[I 196. 10 App.] ἕτερον εἴη κα τόδ' ἤδη τοῦ παρεξεστακότος,
καὶ τὺ δὴ κἀγὼ χθὲς ἄλλοι καὶ νὺν ἄλλοι τελέθομες,
καὖθις ἄλλοι κοὔποχ' ωὑτοὶ καττὸν 〈αὐτὸν αὖ〉 λόγον."

[Vgl. PLUT. d comm. not. 44 p. 1083 A. ὁ τοίνυν περὶ αὐξήσεως λόγος ἐστὶ μὲν ἀρχαῖος˙ ἠρώτηται γάρ, ὥς φησι Χρύσιππος, ὑπ' Ἐπιχάρμου. PLUT. de sera num. vind. 15 p. 559 A [I 196. 15 App.] ταῦτά γε τοῖς Ἐπιχαρμείοις ἔοικεν, ἐξ ὧν ὁ αὐξόμενος ἀνέφυ τοῖς σοφισταῖς λόγος˙ ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος˙ ὁ δὲ κληθεὶς ἐπὶ δεῖπνον ἐχθὲς ἄκλητος ἥκει τήμερον˙ ἄλλος γάρ ἐστι. ANON. IN [I 197. 1] PLAT. Theaet. 71, 26. [nach 22 B 126b] καὶ ἐκωμώιδησεν αὐτὸ ἐπὶ τοῦ ἀπαιτουμένου συμβολὰς καὶ ἀρνουμένου τοῦ αὐτοῦ εἶναι διὰ τὸ τὰ μὲν προσγεγενῆσθαι, τὰ δὲ ἀπεληλυθέναι, ἐπεὶ δὲ ὁ ἀπαιτῶν ἐτύπτησεν αὐτὸν καὶ ἐνεκαλεῖτο, πάλιν κἀκείνου φάσκοντος ἕτερον μὲν εἶναι τὸν τετυπτηκότα, ἕτερον δὲ τὸν ἐγκαλούμενον].

(12) [I 197. 5 App.] ἔτι φησὶν ὁ Ἄλκιμος καὶ ταυτί˙

"φασὶν οἱ σοφοὶ τὴν ψυχὴν τὰ μὲν διὰ τοῦ σώματος αἰσθάνεσθαι, οἷον ἀκούουσαν, βλέπουσαν˙ τὰ δ' αὐτὴν καθ' αὑτὴν ἐνθυμεῖσθαι, μηδὲν τῶι σώματι χρωμένην. διὸ καὶ τῶν ὄντων τὰ μὲν αἰσθητὰ εἶναι, τὰ δὲ νοητά. ὧν ἕνεκα καὶ Πλάτων ἔλεγεν ὅτι δεῖ τοὺς συνιδεῖν τὰς τοῦ παντὸς ἀρχὰς ἐπιθυμοῦντας πρῶτον μὲν αὐτὰς καθ' αὑτὰς διελέσθαι τὰς ἰδέας, [I 197. 10 App.] οἷον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ κίνησιν˙ δεύτερον αὐτὸ καθ' αὑτὸ τὸ καλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα ὑποθέσθαι. τρίτον τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσίν, οἷον ἐπιστήμην ἢ μέγεθος ἢ δεσποτείαν, ἐνθυμουμένους ὅτι τὰ παρ' ἡμῖν διὰ τὸ μετέχειν ἐκείνων ὁμώνυμα ἐκείναις ὑπάρχει˙ λέγω δὲ οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλὰ δὲ ὅσα τοῦ καλοῦ. [I 197. 15 App.] ἔστι δὲ τῶν εἰδῶν ἓν ἕκαστον ἀίδιόν τε καὶ νόημα καὶ πρὸς τούτοις ἀπαθές˙ διὸ καί φησιν [Parm. 132 D] ἐν τῆι φύσει τὰς ἰδέας ἑστάναι καθάπερ παραδείγματα, τὰ δ' ἄλλα ταύταις ἐοικέναι τούτων ὁμοιώματα καθεστῶτα. (13) ὁ τοίνυν Ἐ. περί τε τοῦ ἀγαθοῦ καὶ περὶ τῶν ἰδεῶν οὕτω λέγει˙

3 [171]. (14) - ἆρ' ἔστιν αὔλησίς τι πρᾶγμα; - πάνυ μὲν οὖν.
[I 197. 20 App.] - ἄνθρωπος οὖν αὔλησίς ἐστιν; - οὐθαμῶς.
- φέρ(ε) ἴδω, τί δ' αὐλητάς; τίς εἶμέν τοι δοκεῖ;
ἄνθρωπος, ἢ οὐ γάρ; - πάνυ μὲν οὖν. - οὐκ οὖν δοκεῖς
οὕτως ἔχειν 〈κα〉 καὶ περὶ τἀγαθοῦ; τὸ μὲν
ἀγαθὸν τὸ πρᾶγμ〈α〉 εἶμεν καθ' αὕθ'˙ ὅστις δέ κα
[I 197. 25 App.] εἰδῆι μαθὼν τῆν(ο), ἀγαθὸς ἤδη γίγνεται.
[I 198. 1 App.] ὥσπερ γάρ ἐστ' αὔλησιν αὐλητὰς μαθών
ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν,
ἢ πᾶν γ' ὁμοίως τῶν τοιούτων ὅ τι τὺ λῆις,
οὐκ αὐτὸς εἴη κα τέχνα, τεχνικός γα μάν.

(15) [I198.5 App.] Πλάτων ἐν τῆι περὶ τῶν ἰδεῶν ὑπολήψει [Phaed. 96 B] φησίν, εἴπερ ἔστι μνήμη, τὰς ἰδέας ἐν τοῖς οὖσιν ὑπάρχειν διὰ τὸ τὴν μνήμην ἠρεμοῦντός τινος καὶ μένοντος εἶναι˙ μένειν δὲ οὐδὲν ἕτερον ἢ τὰς ἰδέας. "τίνα γὰρ ἂν τρόπον, φησί, διεσώιζετο τὰ ζῶια μὴ τῆς ἰδέας ἐφαπτόμενα, καὶ πρὸς τοῦτο τὸν νοῦν φυσικῶς εἰληφότα; νῦν δὲ μνημονεύει [vgl. Parm. p. 129] τῆς ὁμοιότητος 〈γενέσεώς〉 τε [I 198. 10 App.] καὶ τροφῆς, ὁποία τίς ἐστιν αὐτοῖς, ἐνδεικνύμενα διότι πᾶσι τοῖς ζώιοις ἔμφυτός ἐστιν ἡ τῆς ὁμοιότητος θεωρία˙ διὸ καὶ τῶν ὁμοφύλων αἰσθάνεται". πῶς οὖν ὁ Ἐ.;

4. [172] (16) Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθ' ἓν μόνον,
ἀλλ' ὅσσα περ ζῆι, πάντα καὶ γνώμαν ἔχει.
καὶ γὰρ τὸ θῆλυ τᾶν ἀλεκτορίδων γένος,
[I 198. 15 App.] αἰ λῆις καταμαθεῖν ἀτενές, οὐ τίκτει τέκνα
ζῶντ(α), ἀλλ' ἐπώιζει καὶ ποιεῖ ψυχὰν ἔχειν.
τὸ δὲ σοφὸν ἁ φύσις τόδ' οἶδεν ὡς ἔχει
μόνα˙ πεπαίδευται γὰρ αὐταύτας ὕπο.

καὶ πάλιν˙

5 [173]. [I 198. 20 App.] θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθ' οὕτω λέγειν
καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν
[I 199. 1 App.] καλῶς πεφύκειν˙ καὶ γὰρ ἁ κύων κυνί
κάλλιστον εἶμεν φαίνεται, καὶ βοῦς βοΐ,
ὄνος δ(ὲ) ὄνωι κάλλιστον, ὗς δέ θην ὑί. [Vgl. 21 B 15]

(17) καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα διὰ τῶν τεττάρων βιβλίων παραπήγνυσιν [I 199. 5 App.] ὁ Ἄλκιμος, παρασημαίνων τὴν ἐξ Ἐπιχάρμου Πλάτωνι περιγενομένην ὠφέλειαν. ὅτι δ' οὐδ' αὐτὸς Ἐ. ἠγνόει τὴν αὑτοῦ σοφίαν, μαθεῖν ἔστι κἀκ τούτων ἐν οἷς τὸν ζηλώσοντα προμαντεύεται˙

6 [254]. ὡς δ(ὲ) ἐγὼ δοκέω - δοκέω γάρ; σάφα ἴσαμι τοῦθ', ὅτι
τῶν ἐμῶν μνάμα ποκ' ἐσσεῖται λόγων τούτων ἔτι.
[I 199. 10 App.] καὶ λαβών τις αὐτὰ περιδύσας τὸ μέτρον ὃ νῦν ἔχει,
εἷμα δοὺς καὶ πορφυροῦν, λόγοισι ποικίλας καλοῖς,
δυσπάλαιστος ὢν τὸς ἄλλως εὐπαλαίστους ἀποφανεῖ.

23 B 7 [78]. EUSTRAT. z. Ar. Nic. Γ 7 S. 155, 10 Heylb. ἐν Ἡρακλεῖ τῶι παρὰ Φόλωι˙
[I 199. 15 App.] ἀλλὰ μὰν ἐγὼν ἀνάγκαι ταῦτα πάντα ποιέω˙
οἴομαι δ' οὐδεὶς ἑκὼν πονηρὸς οὐδ' ἄταν ἔχων.

ΑΞΙΟΠΙΣΤΟΥ ΓΝΩΜΑΙ [I 200. 1]
Vgl. A 10 und Vorbemerkung 6 I 194
23 B 8 [239]. STOB. IV 31, 30 Μενάνδρου (fr. 537 Kock) vgl. B 53.
ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει
[I 200. 5 App.] ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας˙
ἐγὼ δ' ὑπέλαβον χρησίμους εἶναι θεούς
τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον μόνο

23 B 9 [245]. [PLUT.] cons. ad Apoll. 15 p. 110 A [vgl. B 48] συνεκρίθη καὶ διεκρίθη κἀπῆλθεν ὅθεν ἦλθεν πάλιν, [I 200. 10 App.] γᾶ μὲν εἰς γᾶν, πνεῦμα δ' ἄνω˙ τί τῶνδε χαλεπόν; οὐδὲ ἕν.

23 B 10 [246]. CLEM. Str. IV 45 (II 268, 20 St.) ἅ γα φύσις ἀνδρῶν τί ὦν; ἀσκοὶ πεφυσιαμένοι.

23 B 11 [247]. SEXT. Adv. math. I 273 (vgl. Cic. Tusc. I 8, 15)
ἀποθανεῖν 〈μὴ εἴ〉η, τεθνάκειν δ' οὐκ ἐμίν 〈γα〉 διαφέρει.

23 B 12 [249]. PLUT. de fort. Al. II 3 p. 336 B [vgl. 21 B 24] [I 200. 15 App.]
νοῦς ὁρῆι καὶ νοῦς ἀκούει˙ τἆλλα κωφὰ καὶ τυφλά.

23 B 13 [250]. POLYB. XVIII 40, 4 [I 201. 1 App.]
νᾶφε καὶ μέμνασ' ἀπιστεῖν˙ ἄρθρα ταῦτα τᾶν φρενῶν.

23 B 14 [251]. ARIST. Metaph. M 9. 1086a 16 χαλεπὸν δ' ἐκ μὴ καλῶς ἐχόντων λέγειν καλῶς κατ' Ἐπίχαρμον· ἀρτίως τε γὰρ λέλεκται καὶ εὐθέως φαίνεται [I 201. 5 App.] οὐ καλῶς ἔχον. Hieraus versucht Crönert a. O. folgende Verse herzustellen:
ἐκ δὲ μὴ καλῶς ἐχόντων χαλεπόν ἐστ' εἰπεῖν καλῶς
ἀρτίως τε γὰρ λέλεκται κοὐ τὸ πᾶν καλῶς ἔχον.

23 B 15 [252]. ARISTOT. Metaph. Γ 5. 1010a 5. S. 21 A 15 (I 115, 23) G... διὸ εἰκότως μὲν λέγουσιν, οὐκ ἀληθῆ δὲ λέγουσιν (οὕτω γὰρ ἁρμόττει μᾶλλον εἰπεῖν ἢ ὥσπερ Ἐπίχαρμος εἰς Ξενοφάνην).

23 B 16 [253]. ATHEN. VII 308 C [I 201. 10]
τὰ πρὸ τοῦ δύ' ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω.

23 B 17 [258]. STOB. III 37, 18 H. Vgl. 22 B 119
ὁ τρόπος ἀνθρώποισι δαίμων ἀγαθός, οἷς δὲ καὶ κακός.

23 B 18 [261]. ANECD. Boiss. I 125
[I 201. 15 App.] ἐφόδιον θνατοῖς μέγιστόν ἐστιν εὐσεβὴς βίος.

23 B 19 [262]. ARIST. Rhet. II 21, 1394b 13 [ohne Lemma]
ἀνδρὶ δ' ὑγιαίνειν ἄριστόν ἐστιν, ὥς γ' ἐμὶν δοκεῖ.

23 B 20 [263]. ARIST. Rhet. II 21, 1394b 25
θνατὰ χρὴ τὸν θνατόν, οὐκ ἀθάνατα τὸν θνατὸν φρονεῖν.

23 B 20a [147]. ARIST. Rhet. Γ 9. 1410b 3 [I 201.20 App.]
τόκα μὲν ἐν τήνων ἐγὼν ἦν, τόκα δὲ παρὰ τήνοις ἐγών.

23 B 21 [264]. CIC. ad Qu. fr. III 1, 23 [I 202. 1 App.]
γνῶθι πῶς ἄλλωι κέχρηται . . .

23 B 22 [265]. CLEM. Str. IV 170 (II 322, 22 St.)
εὐσεβὴς νόωι πεφυκὼς οὐ πάθοις κ' οὐδὲν κακόν
[I 202. 5 App.] κατθανών˙ ἄνω τὸ πνεῦμα διαμενεῖ κατ' οὐρανόν.

23 B 23 [266]. CLEM. Str. V 101 (II 393, 10 St.) ὁ μὲν Ἐπίχαρμος (Πυθαγόρειος δὲ ἦν) λέγων
οὐδὲν ἐκφεύγει τὸ θεῖον˙ τοῦτο γινώσκειν σε δεῖ˙
αὐτός ἐσθ' ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δ' οὐδὲν θεός.

23 B 24 [267]. CLEM. Str. VI 12 (II 432, 11) [I 202. 10 App.]
ὡς πολὺν ζήσων χρόνον χὠς ὀλίγον, οὕτως διανοοῦ.

23 B 25 [268]. CLEM. Str. VI 21 (II 439, 21 St.). Vgl. 11 A 1 (I 73, 1). c. 10, 2. 3 δ̅ 1
ἐγγύα 〈δ'〉 ἄτας 〈γα〉 θυγάτηρ, ἐγγύας δὲ ζαμία.

23 B 26 [269]. CLEM. Str. VII 27 (III 20, 11 St.)
[I 202. 15 App.] καθαρὸν ἂν τὸν νοῦν ἔχηις, ἅπαν τὸ σῶμα καθαρὸς εἶ.

23 B 27 [270]. CORNUT. Theol. 14
αἴ τί κα ζατῆις σοφόν, τᾶς νυκτὸς ἐνθυμητέον.

23 B 28 [271]. CORNUT. Theol. 14
[I 202. 20] πάντα τὰ σπουδαῖα νυκτὸς μᾶλλον ἐξευρίσκεται.

23 B 29 [272]. GELL. I 15, 15 [I 203. 1 App.]
οὐ λέγειν τύ γ' ἐσσὶ δεινός, ἀλλὰ σιγᾶν ἀδύνατος.

23 B 30 [273]. [PLAT.] Axioch. 366 C
ἁ δὲ χεὶρ τὰν χεῖρα νίζει: δός τι καὶ λάβοις τί κα.

23 B 31 [274]. PLUT. Popl. 15 [I 203. 5 App.] (πρὸς τὸν ἄσωτον)
οὐ φιλάνθρωπος τύ γ' ἔσσ', ἔχεις νόσον˙ χαίρεις διδούς.

23 B 32 [274]. PLUT. de aud. poet. 4 p. 21 E [ohne Lemma]
ποτὶ [τὸν] πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία.

23 B 33 [284]. STOB. Flor. (III) 29, 54 H.
[I 203. 10 App.] ἁ δὲ μελέτα φύσιος ἀγαθᾶς πλέονα δωρεῖται, φίλοι.

23 B 34 [285]. STOB. Flor. (III) 38, 21 H.
τίς δέ κα λώιη γενέσθαι μὴ φθονούμενος, φίλοι;
δῆλον ὡς ἀνὴρ παρ' οὐδέν ἐσθ' ὁ μὴ φθονούμενος˙
τυφλὸν ἠλέησ' ἰδών τις, ἐφθόνησε δ' οὐδὲ εἷς.

23 B 35 [286]. STOB. Flor. (IV) 23, 37 H. [I 203. 15 App.]
σώφρονος γυναικὸς ἀρετὰ τὸν συνόντα μὴ ἀδικεῖν [ἄνδρα].

23 B 36 [287]. XENOPH. Mem. II 1, 20 μαρτυρεῖ δὲ καὶ Ἐ. ἐν τῶιδε˙
τῶν πόνων πωλοῦσιν ἡμῖν πάντα τἀγάθ' οἱ θεοί.

καὶ ἐν ἄλλωι δὲ τόπωι φησίν˙

23 B 37 [288]. XENOPH. Mem. II 1, 20 [I 203. 20 App.]
ὦ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρ' ἔχηις.

23 B 38 [277]. STOB. Ecl. II 15, 7 [I 204. 1 App.]
πρὸς 〈δὲ〉 τὸς πέλας πορεύου λαμπρὸν ἱμάτιον ἔχων,
καὶ φρονεῖν πολλοῖσι δόξεις, τυχὸν ἴσως 〈οὐδὲν φρονῶν〉.

23 B 39 [277]. STOB. Ecl. II 15, 18 [ohne Lemma]
[I 204. 5 App.] τῶι λόγωι μὲν εὖ διέρχηι πάντα, τῶι δ' ἔργωι κακῶς.

23 B 40 [279]. STOB. Ecl. II 31, 25 [ohne Lemma]
φύσιν ἔχειν ἄριστόν ἐστι, δεύτερον δὲ 〈μανθάνειν〉.

23 B 41 [280]. STOB. Flor. (III) 1, 10 H.
οὐ μετανοεῖν ἀλλὰ προνοεῖν χρὴ τὸν ἄνδρα τὸν σοφόν.

23 B 42 [281]. STOB. [281]. Flor. (III) 20, 8 H. [I 204. 10 App.]
μὴ (ἐ)πὶ μικροῖς αὐτὸς αὐτὸν ὀξύθυμον δείκνυε.

23 B 43 [282]. STOB. Flor. (III) 20, 9 H.
ἐπιπολάζειν οὔ τι χρὴ τὸν θυμόν, ἀλλὰ τὸν νόον.

23 B 44 [283]. STOB. Flor. (III) 20, 10 H.
[I 204. 15 App.] οὐδὲ εἷς οὐδὲν μετ' ὀργῆς κατὰ τρόπον βουλεύεται.

23 B 44a [0]. Ostrakon 12319 [Wilamowitz Berl. Sitz. Ber. 1918, 742, 1. 2 vgl. oben I 154, 12]. Zweite Hälfte des III. Jahrh. v. Chr.
ΤΑΛΕΑΣ γάρ ἐσθ' ὁ φρόνιμος˙ ὡς δὲ τοῦθ' οὕτως ἔχει˙
χῶρος οἰκία τυραννὶς πλοῦτος ἰσχὺς καλλονά
[I 205. 1 App.] ἄφρονος ἀνθρώπου τυχόντα καταγέλαστα γίνεται.

_____________
ἁδοναὶ δ' εἰσὶν βροτοῖσιν ἀνόσιοι λαστήριοι˙ καταπεπόντισται γὰρ εὐθὺς ἁδοναῖς ἀνὴρ ἁλούς.

23 B 45 [297]. ANTHOL. MAHAFF. [Flinders Petrie Pap. I t. 3] III. Jahrh. v. Chr. [I 205. 5 App.]
a) Ἐπιχάρμου
〈ἥκιστά γ' ὅσ〉τις δυστυχῶν βίον τ' ἔχων
〈μηδὲν καλόν〉 τε κἀγαθὸν ψυχᾶι διδῶι,
〈ἐγὼν μὲν αὐτὸ〉ν οὔτι φασῶ μακάριον,
[I 205. 10 App.] 〈φύλακα δὲ μ〉ᾶλλον χρημάτων ἄλλωι τε〈λεῖν.
b) Ἐυριπίδου [fr. 198 N.]
εἰ δ' εὐτυχῶν τις καὶ βίον κεκτημένος
μηδὲν δόμοισι τῶν καλῶν θηράσεται,
ἐγὼ μὲν αὐτὸν οὔποτ' ὄλβιον καλῶ,
[I 205. 15 App.] φύλακα δὲ μᾶλλον χρημάτων ἄλλων λέγω.

23 B 45 [297]. ANTHOL. MAHAFF. [Flinders Petrie Pap. I t. 3] III. Jahrh. v. Chr. [I 205. 5 App.]
a) Ἐπιχάρμου
〈ἥκιστά γ' ὅσ〉τις δυστυχῶν βίον τ' ἔχων
〈μηδὲν καλόν〉 τε κἀγαθὸν ψυχᾶι διδῶι,
〈ἐγὼν μὲν αὐτὸ〉ν οὔτι φασῶ μακάριον,
[I 205. 10 App.] 〈φύλακα δὲ μ〉ᾶλλον χρημάτων ἄλλωι τε〈λεῖν.
b) Ἐυριπίδου [fr. 198 N.]
εἰ δ' εὐτυχῶν τις καὶ βίον κεκτημένος
μηδὲν δόμοισι τῶν καλῶν θηράσεται,
ἐγὼ μὲν αὐτὸν οὔποτ' ὄλβιον καλῶ,
[I 205. 15 App.] φύλακα δὲ μᾶλλον χρημάτων ἄλλων λέγω.

EPICHARMUS ENNI [I 206. 1 App.]
(Aus der Sammlung des Axiopistos?)
23 B 47 [1 Vahlen 1903]. CIC. Acad. II 16, 51 at cum somniavit [näml. Ennius], ita narravit 'visus Homerus adesse poeta' [Ann. 7]; idemque in Epicharmo
[I 206. 5 App.] nam videbar somniare med ego esse mortuum.

23 B 48 [5]. PRISC. I 341 (mentis = mens) [vgl. B 9]
terra corpus est, at mentis ignis est.

23 B 49 [3]. VARRO de re r. I 4, 1. eius [näml. agriculturae] principia sunt eadem, quae mundi esse Ennius scribit, aqua terra anima et sol.

23 B 50 [6, 52]. VARRO de ling. lat. V 59 [I 206. 10 App.] itaque Epicharmus dicit de mente humana. ait:
istic est de sole sumptus ignis.

23 B 50a [6, 53]. VARRO de ling. lat. V 59-60 idem solem:
isque totus mentis est,
ut humores frigidae sunt humi, ut supra ostendi. 60. quibus iunctis caelum [I 206. 15 App.] et terra omnia exgenuerunt, quod per hos natura

23 B 51 [2]. frigori miscet calorem atque humori aritudinem.

23 B 52 [4, 48. 49]. VARRO 1. 1. 64 dicitur Ops mater quod terra mater. haec enim
terris gentis omnis peperit et resumit denuo
quae . . . . . . dat cibaria,
[I 206. 20] ut ait Ennius. quae

23 B 52a [4, 50]. VARRO de ling. lat.V 64 [I 207. 1 App.] quod gerit fruges, Ceres.
antiquis enim, quod nunc G, C. 65 item hi dei Caelum et Terra Iupiter et Iuno, quod ut ait Ennius

23 B 53 [7]. VARRO de ling. lat. V 65 G Idem hi dei Caelum et Terra Iupiter et Iuno, quod ut ait Ennius: /
istic est is Iupiter quem dico, quem Graeci vocant
[I 207. 5 App.] aerem qui ventus est et nubes, imber postea,
atque ex imbre frigus, ventus post fit, aer denuo.
haece propter Iupiter sunt ista quae dico tibi,
quia mortalis <is> atque urbes beluasque omnis iuvat.

23 B 54 [8]. VARRO de ling. lat. V 68 hinc Epicharmus Enni Proserpinam quoque [sc. lunam] [I 207. 10] appellat quod solet esse sub terris; dicta Proserpina, quod haec ut serpens modo in dexteram modo in sinisteram partem late movetur.

ΑΞΙΟΠΙΣΤΟΥ ΚΑΝΩΝ
Unecht, vgl. A 10. Vorbem. I 194
23 B 55 [289]. TERTULL. de anima 46 (377, 8 Wiss.) ceterum E. etiam [I 207. 15] summum apicem inter divinationes somniis extulit cum Philochoro Atheniensi. 47 porro quia non est ex arbitrio somniare (nam et E. ita sentit), quomodo ipsa erit sibi causa alicuius visionis? Für berühmte Traumerfüllungen vorher 377, 3 zitiert: Artemon, Antiphon, Strato, Philochorus, Epicharmus usw.

ΧΡΥΣΟΓΟΝΟΥ ΠΟΛΙΤΕΙΑ [I 208. 1]
Unecht, vgl. A 10. Vorbem. I 194.
23 B 56 [255]. CLEM. Str. V 119 (II 405, 13 St.) ὅ τε κωμικὸς Ἐ. σαφῶς περὶ τοῦ λόγου ἐν τῆι Πολιτείαι λέγει ὧδέ πως˙
[I 208. 5 App.] ὁ βίος ἀνθρώποις λογισμοῦ κἀριθμοῦ δεῖται πάνυ˙
ζῶμεν [δὲ] ἀριθμῶι καὶ λογισμῶι˙ ταῦτα γὰρ σώιζει βροτούς.

23 B 57 [256. 257]. CLEM. Str. V 119 [II 256. 257] εἶτα διαρρήδην ἐπιφέρει˙
ὁ λόγος ἀνθρώπους κυβερνᾶι κατὰ τρόπον σώιζει τ' ἀεί.

ἔστιν ἀνθρώπωι λογισμός, ἔστι καὶ θεῖος λόγος˙
ὁ δέ γε τἀνθρώπου πέφυκεν ἀπό γε τοῦ θείου λόγου,
〈καὶ〉 φέρει 〈πόρους ἑκάστωι〉 περὶ βίου καὶ τᾶς τροφᾶς.
[I 208. 10 App.] ὁ δέ γε ταῖς τέχναις ἁπάσαις συνέπεται θεῖος λόγος,
ἐκδιδάσκων αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον.
οὐ γὰρ ἄνθρωπος τέχναν τιν' εὗρεν, ὁ δὲ θεὸς τοπάν.

ΧΙΡΩΝ [I 209. 1]
Unecht, vgl. A 10. Vorbem. I 194.
23 B 58 [290]. ATHEN. XIV 648 D
καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.

23 B 58a [291]. ANECD. Bekker Antiattic. 98, 32 [I 209. 5]
ἡμιλίτριον˙ Ἐ. Χίρωνι.

23 B 59 [248]. CENSORIN. VII 6 [I 209. 5] contra eum [Euryphon von Knidos] ferme omnes Epicharmum secuti octava mense nasci negaverunt.

23 B 60 [292]. COLUMELL. VII 3, 6. E. autem Syracusanus, qui pecudum medicinas diligentissime conscripsit, affirmat pugnacem arietem mitigari [I 209. 10] terebra secundum auriculas foratis cornibus, qua curvantur in flexu.

23 B 61 [293]. PLIN. N. H. XX 89 E. testium et genitalium malis hanc [sc. brassicam] utilissime inponi etc.

23 B 62 [294]. PLIN. N. H. XX 94 E. satis esse eam [sc. brassicam silvestrem] contra canis rabiosi morsum imponi, melius si cum lasere et aceto acri, necari [I 209. 15] quoque canes ea si detur ex carne.

ΟΨΟΠΟIIΑ [I 209. 15]
Unecht, aus Χίρων ? S. Vorbem. I 194.
23 B 63 [290]. ANECD. Bekker Antiattic. 99, 1 ἡμίνα˙ ἐν τῆι ἀναφερομένηι εἰς Ἐπίχαρμον Ὀψοποιίαι [= B 58? vgl. B 58a].

ΕΠΙΓΡΑΜΜΑ [I 210. 1]
Unecht, vgl. B 9. 48 Vorbem. I 194.
23 B 64 [296]. SCHOL. BT zu XXII 414 ἔστι δὲ καὶ ἐπίγραμμα ὃ εἰς Ἐπίχαρμον ἀναφέρεται˙

[I 210. 5 App.] εἰμὶ νεκρός˙ νεκρὸς δὲ κόπρος, γῆ δ' ἡ κόπρος ἐστίν˙
εἰ δ' ἡ γῆ θεός ἐστ', οὐ νεκρός, ἀλλὰ θεός.

ΠΡΟΣ ΑΝΤΗΝΟΡΑ
Unecht
23 B 65. PLUT. Num. 8 Πυθαγόραν τῆι πολιτείαι Ῥωμαῖοι προσέγραψαν, [I 210. 10] ὡς ἱστόρηκεν Ἐπίχαρμος ὁ κωμικὸς ἔν τινι λόγωι πρὸς Ἀντήνορα γεγραμμένωι, παλαιὸς ἀνὴρ καὶ τῆς Πυθαγορικῆς διατριβῆς μετεσχηκώς.